Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἕκτῳ καὶ δεκάτῳ γαμίην Νίκαιαν ἀείδω, εὐνέτιν ὑπνώουσαν ἀκοιμήτου Διονύσου.
- οὐδὲ φόνος νήποινος ἔην κινυροῖο νομῆος,
- ἀλλὰ λαβὼν ἑὰ τόξα καὶ ἱμερόεν βέλος ἕλκων
- θοῦρος Ἔρως ἀίδηλος ἐθωρήχθη Διονύσῳ
- ἑζομένῳ παρὰ χεῖλος ἐυκροκάλου ποταμοῖο.
- καὶ ταχινὴ Νίκαια, μετὰ δρόμον ἠθάδος ἄγρης
- ἄσχετον ἱδρώουσα φιλοσκοπέλων ἀπὸ μόχθων,
- γυμνὸν ὀρεσσιχύτοισι δέμας φαίδρυνε λοετροῖς.
- οὐ μὲν Ἔρως δήθυνεν ἑκηβόλος· ἀμφὶ δὲ νευρῇ
- ἀκροφανῆ πώγωνα βαλὼν πτερόεντος ὀιστοῦ
- τόξον ἑὸν κύκλωσεν, ἐρωμανέος δὲ Λυαίου
- ἐν κραδίῃ κατέπηξεν ὅλον βέλος. ἐν δὲ ῥεέθροις
- νηχομένην Διόνυσος ἰδὼν γυμνόχροα κούρην
- ἡδυμανῆ πυρόεντι νόον δεδόνητο βελέμνῳ.
- ἤιε δʼ ἔνθα καὶ ἔνθα, λαγωβόλος ὁππόθι κούρη,
- πῇ μὲν ὀπιπεύων ἑλικώδεα βόστρυχα χαίτης
- εἰς δρόμον ἱεμένης δεδονημένα κυκλάσιν αὔραις,
- πῇ δὲ παρελκομένων πλοκάμων στίλβοντα δοκεύων
- αὐχένα γυμνωθέντα, σέλας πέμποντα Σελήνης·
- καὶ Σατύρων ἀμέλησε καὶ οὐκέτι τέρπετο Βάκχαις·