Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ νομίῳ κεκόρυστο σὺν Ὠμηστῆρι Δαφοινεύς·
  2. καὶ Φόβος ὡμάρτησε δασυκνήμιδι Φιλάμνῳ·
  3. Ξάνθῳ Γλαῦκος ἵκανεν ὁμόστολος· ἀντιτύποις γὰρ
  4. Γλαῦκος ἑοῖς μελέεσσιν ὁμόχροος ἔσκε θαλάσσῃ
  5. γλαυκιόων, καὶ Ξάνθος ἔχων ξανθόχροα χαίτην
  6. οὔνομα τοῖον ἔδεκτο κερασφόρος ἀστὸς ἐρίπνης·
  7. καὶ θρασὺς Ἄργος ἵκανε φέρων χιονώδεα χαίτην.
  8. τοῖσιν ἔσαν δύο Πᾶνες ὁμήλυδες, οὓς τέκεν Ἑρμῆς
  9. κεκριμένῃ φιλότητι μιγεὶς διδυμάοσι Νύμφαις·
  10. τὸν μὲν ὀρεστιάδος Σώσης μετανεύμενος εὐνὴν
  11. μαντιπόλου σπέρμηνε θεηγόρον ἔμπλεον ὀμφῆς,
  12. Ἀγρέα θηροφόνῳ μελέτῃ πεπυκασμένον ἄγρης·
  13. τὸν δὲ νομαῖς ὀίων Νόμιον φίλον, ὁππότε Νύμφης
  14. δέμνιον ἀγραύλοιο διέστιχε Πηνελοπείης,
  15. ποιμενίῃ σύριγγι μεμηλότα. τοῖς ἅμα Φόρβας
  16. ὠμηστὴς ἀκόρητος ὁμόστολον εἶχε πορείην.
  17. καὶ παλάμην νάρθηκι γέρων Σειληνὸς ἐρείσας
  18. δισσοφυὴς κεκόρυστο κερασφόρος υἱὸς ἀρούρης,
  19. τρισσοὺς παῖδας ἄγων θιασώδεας· εἰς ἐνοπὴν γὰρ
  20. Ἀστραῖος κεκόρυστο, Μάρων κίεν, ἕσπετο Ληνεύς,