Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἄργης τε Τράχιός τε καὶ αὐχήεις Ἁλιμήδης.
  2. ἀλλὰ τόσος καὶ τοῖος ἐλείπετο μοῦνος Ἐνυοῦς
  3. ἀγχινεφὴς Πολύφημος, ἀπόσπορος ἐννοσιγαίου,
  4. ὅττί μιν ὑγροκέλευθος ἐρήτυεν αὐτόθι μίμνειν
  5. ἄλλος Ἔρως πολέμοιο φιλαίτερος· εἰσορόων γὰρ
  6. ἡμιφανῆ Γαλάτειαν ἐπέκτυπε γείτονι πόντῳ,
  7. νυμφιδίῃ σύριγγι χέων φιλοπάρθενον ἠχώ.
  8. καὶ σκοπέλων ναετῆρες ἀπʼ αὐτορόφοιο μελάθρου,
  9. οὔνομα Πανὸς ἔχοντες, ἐρημονόμου γενετῆρος,
  10. Πᾶνες ἐθωρήχθησαν ὁμήλυδες, ὧν ἐπὶ μορφῇ
  11. ἀνδρομέῃ κεκέραστο δασύτριχος αἰγὸς ὀπωπή·
  12. καὶ νόθον εἶδος ἔχοντες ἐυκραίροιο καρήνου
  13. δώδεκα Πᾶνες ἔσαν κεραελκέες, ἀρχεγόνου δὲ
  14. Πανὸς ἑνὸς γεγάασιν ὀρεσσαύλοιο τοκῆος.
  15. τὸν μὲν ἐφημίξαντο Κελαινέα μάρτυρι μορφῇ,
  16. τὸν δὲ φυῆς Ἀργεννὸν ὁμώνυμον· Αἰγικόρῳ δὲ
  17. ἅρμενον οὔνομα θῆκαν, ἐπεὶ νομίῃ παρὰ ποίμνῃ
  18. αἰγείων κεκόρητο περιθλίβων γάλα μαζῶν·
  19. ἄλλος δʼ Ἠυγένειος ἀκούετο θεσπέσιος Πὰν
  20. ἀμφιλαφῆ πλοκάμοισιν ἔχων λειμῶνα γενείου·