Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ γόον ἀχνυμένοιο παραιφαμένη Διονύσου
  2. Ἄτροπος ἐμπεδόμυθος ἀνήρυγεν ἔνθεον ὀμφήν·
  3. Ζώει τοι, Διόνυσε, τεὸς νέος, οὐδὲ περήσει
  4. πικρὸν ὕδωρ Ἀχέροντος· ἀκαμπέα δʼ εὗρεν ὀλέσσαι
  5. σὸς γόος ἀτρέπτου παλινάγρετα νήματα Μοίρης·
  6. ἄμπελος οὐ τέθνηκε, καὶ εἰ θάνεν· ἱμερόεν γὰρ
  7. εἰς ποτόν, εἰς γλυκὺ νέκταρ ἐγὼ σέο κοῦρον ἀμείψω·
  8. τὸν μὲν ἐυτροχάλου παλάμης βητάρμονι παλμῷ
  9. δόρπιον ἁρμονίην διδυμόθροος αὐλὸς ἀράσσων
  10. ὑμνήσει, Φρύγα ῥυθμὸν ἔχων ἤ Δωρίδα μολπήν·
  11. ἠέ μιν ἐν θυμέλῃσιν ἀνὴρ εὔρυθμος ἀείσει
  12. Ἀονίου καλάμοιο χέων Ἰσμήνιον ἠχὼ
  13. ἢ ναέταις Μαραθῶνος· ἀνευάξουσι δὲ Μῦσαι
  14. ἄμπελον ἱμερόεντα σὺν ἀμπελόεντι Λυαίῳ.
  15. καὶ σκολιὴν πλοκάμοιο λιπὼν ὀφιώδεα μίτρην
  16. στέμματα βοτρυόεντα περιπλέξεις σέο χαίτῃ,
  17. Φοίβῳ ζῆλον ἄγων, ὅτι πένθιμα χειρὶ τιταίνει
  18. αἴλινα δενδρήεντα φιλοκλαύτων ὑακίνθων,
  19. καὶ σὺ ποτὸν μεθέπεις, βροτέης ἄμπαυμα γενέθλης,
  20. νέκταρος οὐρανίου χθόνιον τύπον, ἀνθεμόεν δὲ