Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἴλινα πικρὰ λίγαινεν, ἀκηδέστῳ δὲ σιωπῇ
  2. χάλκεα νῶτα λέλοιπεν ἀδουπήτοιο βοείης·
  3. οὐδέ ἑ πηκτὶς ἔτερπεν. ἀμειδήτῳ δὲ προσώπῳ
  4. οἰκτρὰ κινυρομένοιο φιλοστόργου Διονύσου,
  5. ἔσχετο μὲν Λυδοῖο ῥόος δονακώδεος Ἕρμου
  6. κραιπνὰ κυλινδομένου προχοῆς ἀνεμώδεϊ παλμῷ,
  7. οὐδὲ ῥέειν μενέαινε· βαθυκτεάνῳ δὲ ῥεέθρῳ
  8. Πακτωλὸς κροκόεις ἀνεσείρασε πένθιμον ὕδωρ
  9. ἀνδρὸς ἔχων μίμημα κατηφέος· ἀμφὶ δὲ νεκρῷ
  10. πηγαίων ἀνέκοψε παλίσσυτον ὁλκὸν ἐναύλων
  11. Σαγγάριος προχέων Φρύγιον ῥόον· αἰνοτόκου δὲ
  12. Τανταλίδος στοναχῇσι διάβροχος ἄπνοος εἰκὼν
  13. διπλόα δάκρυα χεῦεν, ὀδυρομένου Διονύσου·
  14. καὶ πίτυς αἰάζουσα συνέμπορος ἥλικι πεύκῃ
  15. λεπταλέον ψιθύριζεν· ἀκερσικόμου δὲ καὶ αὐτὴ
  16. Φοίβου δένδρον ἐοῦσα κόμην ἀπεσείσατο δάφνη
  17. πενθαλέοις ἀνέμοις· λιπαρὴ δʼ ἄτμητος ἐλαίη
  18. φύλλα χαμαὶ κατέχευε, καὶ εἰ φυτὸν ἦεν Ἀθήνης.
  19. τοῖα πόθῳ στενάχοντος ἀδακρύτου Διονύσου
  20. φρικτὰ μετετρέψαντο παλίλλυτα νήματα Μοίρης·