Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μοῦνον ἀμειλίκτοιο κεράατα δείδιθι ταύρου.
  2. ἔννεπεν οἰκτείρων θρασὺν Ἄμπελον· ἠίθεος δὲ
  3. οὔασι μῦθον ἄκουε, νόος δέ οἱ ἔνδοθι παῖζεν. [*](Suggested by E. H. Warmington for παίζων.)
  4. ἔνθα φάνη μέγα σῆμα φιλοστόργῳ Διονύσῳ
  5. ἄμπελον ἀγγέλλον μινυώριον· ἐκ σκοπέλου γὰρ
  6. ἀρτιθαλῆ τινα νεβρὸν ὑπὲρ νώτοιο κομίζων
  7. ἀμφιλαφὴς φολίδεσσι δράκων ἀνέτελλε κεράστης,
  8. καί μιν ὑπὲρ βωμοῖο φέρων ἐφύπερθε θεμέθλων
  9. σμερδαλέῃ πρήνιξεν ἀλοιηθέντα κεραίῃ
  10. κύμβαχον αὐτοκύλιστον, ὀρεσσινόμοιο δὲ νεβροῦ
  11. ὀξὺ μέλος κλάγξαντος ἀπέπτατο θυμὸς ἀλήτης·
  12. σπονδῆς δʼ ἐσσομένης αὐτάγγελος αἵματος ὁλκῷ
  13. λάινος αἱμαλέαις ἐρυθαίνετο βωμὸς ἐέρσαις,
  14. οἴνου λειβομένοιο φέρων τύπον. εἰσορόων δὲ
  15. Εὔιος ἑρπηστῆρα, κερασφόρον ἅρπαγα νεβροῦ.
  16. ἄφρονος ἠιθέοιο μαθὼν ὀλετῆρα κεράστην
  17. πένθεϊ μῖξε γέλωτα, καὶ ἄστατον εἶχε μενοινὴν
  18. διχθαδίην, κραδίῃ δὲ μερίζετο, γείτονα πότμου
  19. ἡβητὴν στενάχων, γελόων χάριν ἡδέος οἴνου.
  20. ἔμπης δʼ ἱμερόεντι συνέμπορος ἤιε κούρῳ