Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πολλάκι δʼ αἰολόνωτον ἰδὼν Βρομίοιο χιτῶνα,
  2. δαιδαλέην μελέεσσι νόθην ἐσθῆτα καθάψας,
  3. πορφυρέῳ πόδα κοῦφον ἐπεσφήκωσε κοθόρνῳ,
  4. στικτὸν ἔχων χροῒ πέπλον· ὀρεσσαύλῳ δʼ ἐνὶ δίφρῳ
  5. πορδαλίων Ἰόβακχον ὀπιπεύων ἐλατῆρα
  6. γαῦρα φιλοσκοπέλων ἐπεδείκνυε παίγνια θηρῶν·
  7. πῇ μὲν ὀρεστιάδος λοφιῆς ἐπιβήμενος ἄρκτου
  8. θηρὸς ἐπειγομένης βλοσυρὴν ἀνεσείρασε χαίτην,
  9. πῇ δὲ λεοντείην λασίην ἐπεμάστιε δειρήν,
  10. ἄλλοτε, δαιδαλέων ἐποχημένος ὑψόθι νώτων,
  11. ἀστεμφὴς ἀχάλινον ἐτέρπετο τίγριν ἐλαύνων.
  12. καί μιν ἰδὼν Διόνυσος, ἔχων πρηεῖαν ἀπειλήν,
  13. εἶπε παρηγορέων φιλίῳ μαντώδεϊ μύθῳ,
  14. μεμφομένοις στομάτεσσι χέων οἰκτίρμονα φωνήν·
  15. Πῇ φέρεαι, φίλε κοῦρε; τί σοι τόσον εὔαδεν ὕλη;
  16. μίμνέ μοι ἀγρώσσοντι συναγρώσσων Διονύσῳ·
  17. εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ
  18. κωμάζων, ὅτε κῶμον ἐγὼ Σατύροισιν ἐγείρω.
  19. πόρδαλις οὐ κλονέει με καὶ ἀγροτέρης γένυς ἄρκτου,
  20. μὴ τρομέοις στόμα λάβρον ὀρεσσινόμοιο λεαίνης·