Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ γυμνοῖς μελέεσσι τιταινομένου περὶ νίκης
  2. κοσμήσει σέο κάλλος ὅλον Πακτώλιον ὕδωρ.
  3. δὸς ποταμῷ γέρας ἶσον Ὀλύμπιον, ὅττι καὶ αὐτὸς
  4. ὠκεανῷ Φαέθων ῥοδέας ἀκτῖνας ἰάλλει·
  5. Πακτωλῷ πόρε καὶ σὺ τεὸν σέλας, ὄφρα φανείη
  6. ἄμπελος ἀντέλλων ἅτε Φωσφόρος· ἀμφότερον γὰρ
  7. ἀστράπτει ῥόος οὗτος ἐρευθιόωντι μετάλλῳ
  8. ὡς σὺ τεοῖς μελέεσσι· βαθυπλούτῳ δὲ ῥεέθρῳ
  9. σύγχροον εἶδος ἔχοντα καὶ ἡβητῆρα δεχέσθω
  10. μίξας κάλλεϊ κάλλος, ὅπως Σατύροισι βοήσω·
  11. πῶς ῥόδον εἰς ῥόδον ἦλθε; πόθεν μία κίρναται αἴγλη
  12. καὶ χροῒ φοινίσσοντι καὶ ἀστράπτοντι ῥεέθρῳ;
  13. αἴθε καὶ ἐνθάδε, κοῦρε, πέλεν ῥόος Ἠριδανοῖο,
  14. Ἡλιάδων ὅθι δάκρυ ῥυηφενές, ὄφρά κεν ἄμφω
  15. καὶ χρυσῷ σέο γυῖα καὶ ἠλέκτροισι λοέσσω.
  16. ἀλλʼ ἐπεὶ Ἑοπερίου ποταμοῦ μάλα τηλόθι ναίω,
  17. ἵξομαι εἰς Ἀλύβην ἀγχίπτολιν, ὁππόθι γείτων
  18. Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,
  19. ὄφρά σε Πακτωλοῖο λελουμένον ἐκ ποταμοῖο,
  20. Ἄμπελε, φαιδρύνοιμι καὶ ἀργυρέοισι ῥεέθροις.