Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ.
  2. λῦτο δʼ ἀγών· ἐρόεις δὲ νέος φιλοπαίγμονι νίκῃ
  3. κυδιόων σκίρτησεν ὁμέψιος ἥλικι Βάκχῳ
  4. εἰλιπόδην περὶ κύκλον ἀλήμονα ταρσὸν ἀμείβων,
  5. δεξιτερὴν πάνλευκον ἐπικλίνων Διονύσῳ·
  6. καί μιν ἰδὼν Ἰόβακχος ἀγήνορα δίζυγι νίκῃ
  7. ποσσὶ περισκαίροντα φίλῳ μειλίξατο μύθῳ·
  8. Σπεῦδε πάλιν, φίλε κοῦε, ποδωκείης μετὰ νίκην
  9. καὶ μετὰ πεζὸν ἄεθλον ἔχειν τρίτον ἄλλον ἀγῶνα,
  10. νηχομένῳ δʼ ἀκίχητος ὁμήλικι νήχεο Βάκχῳ.
  11. Ἄμπελε, νικήσας με παρὰ ψαμάθοισι παλαίων,
  12. ἔσσο καὶ ἐν προχοῇσιν ἐλαφρότερος Διονόσου,
  13. καὶ Σατύρους παίζοντας ἔτι σκαρθμοῖσιν ἐάσας
  14. εἰς τρίτατον πάλιν ἄλλον ἐπείγεο μοῦνος ἀγῶνα·
  15. ἐν χθονὶ νικήσαις καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
  16. σοὺς ἐρατοὺς πλοκάμους διδύμοις στέψαιμι κορύμβοις
  17. διπλόα νικηθέντος ἀνικήτοιο Λυαίου.
  18. ἔπρεπέ σοι ῥόος οὗτος ἐπήρατος, ἔπρεπε μούνῳ
  19. κάλλεϊ σῶν μελέων, ἵνα διπλόος Ἄμπελος εἴη
  20. χρυσείῃ παλάμῃ χρυσαυγέα ῥεύματα τέμνων·