Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ληνεὺς πρῶτος ὄρουσε ποδήνεμος, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  2. κισσὸς ἀερσιπόδης καὶ ἐπήρατος Ἄμπελος ἔστη·
  3. καὶ ποδὸς ἰθυπόροιο πεποιθότες ὠκέι ταρσῷ
  4. κεκριμένοι στοιχηδὸν ἐφέστασαν· ἐκ δαπέδου δὲ
  5. ἄκρα χαρασσομένοιο μετάρσιον ἴχνος ἀείρας
  6. κισσὸς ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ·
  7. τοῦ μὲν ἐπειγομένοιο μετάφρενον ἄσθματι θάλπων
  8. Ληνεὺς ἠερίῃσιν ἐπέτρεχε σύνδρομος αὔραις,
  9. ἀγχιφανὴς προθέοντος, ὀπισθοπόροιο δὲ ταρσοῦ
  10. ἴχνεσιν ἴχνια τύψε χυτῆς ψαύοντα κονίης·
  11. καὶ τόσος ἀμφοτέρων ἀπελείπετο μέσσον ὁρίζων,
  12. ὁππόσον ἱστοπόνοιο κανὼν πρὸς στήθεϊ κούρης
  13. μεσσοφανὴς λάχε χῶρον ἀκαμπέι γείτονα μαζῷ.
  14. καὶ τρίτος Ἄμπελος ἦεν ὀπίστερος· εἰσορόων δὲ
  15. ζηλήμων Διόνυσος ἐτήκετο λοξὰ δοκεύων
  16. διχθαδίους προθέοντας ἀεθλητῆρας ἀγώνων,
  17. μή ποτε νικήσωσι καὶ Ἄμπελος ὕστερος ἔλθῃ·
  18. ἀλλὰ θεὸς χραίσμησεν, ἐνιπνεύσας δέ ὁι ἀλκὴν
  19. κοῦρον ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης·
  20. καὶ διδύμων πρώτιστος ἀεθλοφόρων ἐν ἀγῶνι