Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ νέος ἱδρώων φαιδρύνετο γυῖα ῥεέθρῳ
  2. καὶ κόνιν ἰκμαλέην ἀπενίψατο· λουομένου δὲ
  3. ἐκ χροὸς ἱδρώοντος ἐπήρατος ἔρρεεν αἴγλη.
  4. οὐδὲ παλαισμοσύνης τελέσας γυιαλκέα νίκην
  5. σύννομος ἡβητῆρος ἐπαύετο Βάκχος ἀθύρων,
  6. ἀλλὰ ποδωκείης ἀνεμώδεα θῆκεν ἀγῶνα.
  7. καὶ βαλίους ἐς ἔρωτα φέρων μνηστῆρας ἀγῶνος
  8. πρώτῳ μὲν θέτο δῶρα Κυβηλίδος ὄργανα Ῥείης,
  9. κύμβαλα χαλκεόνωτα καὶ αἰόλα δέρματα νεβρῶν·
  10. νίκης δʼ ἦεν ἄεθλα τὰ δεύτερα Πανὸς ἑταίρη,
  11. σύριγξ ἡδυέπεια καὶ ἠχήεσσα βοείη
  12. χαλκοβαρὴς· τριτάτῳ δὲ τίθει Διόνυσος ἀθύρων
  13. ψάμμον ἐρευθιόωσαν ἑτοιμοτάτου ποταμοῖο.
  14. καὶ Βρόμιος σταδίῳ μεμερισμένον οὖδας ὁρίζων
  15. δισσὰ τιταινομένης διεμέτρεεν ἄκρα κελεύθου,
  16. ὀρθώσας δεκάδωρον ἐπὶ χθονὶ σῆμα πορείης,
  17. στήσας τέρμα δρόμου ταναὸν ξύλον· ἀντιπόρου δὲ
  18. πῆξε τύπον βαλβῖδος ἐπʼ ᾐόνι θύρσον ἀείρας·
  19. καὶ Σατύρους ὤτρυνεν ἀεθλεύειν περὶ νίκης.
  20. ὀξὺ δὲ κεκλομένοιο φιλοσκάρθμοιο Λυαίου