Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

Κεφ. ΛΗʹ, εʹ. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς; Vat. 803, 2.

Ἠθέλησαν μὲν εἰπεῖν ἕλληνές τι περὶ τοῦ μέτρου τῆς γῆς· ἡ διάμετρος τῆς γῆς, φασὶν, εἰκόσι πέντε μυριάδων στάδια. Ἔοικε δ’ ὁ λόγος δεικνύναι, ὅτι ἄληπτόν ἐστι τὸ μέτρον τῆς γῆς παντί· μόνος δὲ ὁ Σωτὴρ οἶδεν αὐτὸ, ὁ καὶ δημιουργός. Μέτρα δὲ, καὶ οὐ μέτρον εἶπεν, ἵνα τὰς διαφορὰς τῆς γῆς παραστήσῃ. Μέτρον τί ἐστι τῆς τοιᾶσδε, φέρε εἰπεῖν, τῆς φερούσης τὰ ἀρώματα Ἀνατολῆς; μέτρον τῆς φερούσης τὸ πέπερ ἢ τὰ ζῶα; οὐ γὰρ πάντα πανταχοῦ γίνεται· ταῦτα οὖν τὰ μέτρα παρὰ τῷ Λόγῳ τοῦ Θεοῦ εἰσιν. — Ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴπερ ἀφῃρήθη, ὁμοίῳ τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι· καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον.

ςʹ. Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς; Vat. ibid.

Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς, ὅτι οὕτως ἕστηκεν ἑδραία, ὡσπερεὶ ἐπῳκοδόμησεν ἐπ’ ἀσφαλείᾳ βεβηκυίᾳ θεμελιώσεως; τῇ βουλήσει τοῦ Θεοῦ, ἐν τῇ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. Λίθον γωνιαῖον· τοῦτο δύναται καὶ εἰς τὸν Μονογενῆ τοῦ Θεοῦ ἰὸν, δι’ ἡμᾶς σαρκωθέντα,

νοεῖσθαι· κατὰ τὸ ἐν ψαλμοῖς Λίθον, ὃν ἀπεδοκίμασαν, ἐγενήθη εἰς κεφαλὴν γωνίας. Εὐδοκίᾳ γὰρ τοῦ Πατρὸς ἐλθὼν ἐπὶ γῆς, συνῆψεν ἐν ἑαυτῷ τοὺς δύο λαοὺς, τῶν Ἰουδαίων τε καὶ ἐθνῶν, ὥσπερ ἀμέλει καὶ ὁ γωνιαῖος λίθος ἀμφοτέρους συνδεῖ τοὺς τείχους.

ιαʹ. Εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ. Vat. 803, 2.

Ὁ δὲ Σύμμαχος Ἕως ὧδε τετάχθω τὸ ἔπαρμα τῶν κυμάτων σου. Οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις· οὕτω δὲ εὐκόλως, ὡσανεὶ ἐπὶ τάξει. Εἶπα γὰρ, φησὶ, καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅταν, μηδεμίας ἀνάγκης ὠθούσης, τοῦτο γίνηται· ἅμα καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥώμης αὐτὴν μαστιζούσης· διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληνιαίαν, οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ Θεοῦ τὴν ἰσχὺν, τῆς φύσεως τῷ προστάγματι μαχομένης, καὶ τοῦ προστάγματος πανταχοῦ νικῶντος. Εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἄν ἐλογίσαντο πολλοί· νῦν δὲ ταραττομένη, μαστιγουμένη, ὠθουμένη ἔνδον, καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένη, διὰ τῆς ταραχῆς κηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν.

μαʹ. Τίς δὲ ἡτοίμασε κόρακι βοράν; Vat. 804, 1.

Λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα· ἀλλ’ αὐτοὶ μὲν εἰκότως, ἅτε μεγάλοι ὄντες, πορίζουσι τροφήν. Τὰ δὲ ἔκγονα τίς ἐκτρέφει; οὐχ ὁ τοῦ Θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν, οὐδὲ θέρουσι, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.