Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

λαʹ. Ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· Εἴληφα, οὐκ ἐνεχυράσω, ἄνευ ἐμαυτοῦ ὄψομαι· σύ δεῖξόν μοι. Vat. 800, 2.

Τινὲς οὕτως ἡρμήνευσαν·. ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυρωτέρῳ, ὅτι ἀδίκως εἰληφας τὰ ἐμὰ, οὐκ ἐνεχύρου χάριν, ὡς ὑποφειλόμενα, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον ὅτι εὐλόγως τοῦτο δέδρακας. Εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ, φησὶ, τοιαῦτα θρασύνῃ κατὰ Θεόν; Ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν, ὅτι πρὸς Θεὸν ῥῆσιν ἀνέλαβον, οὐχ ἕξω ἀκωλυτῶς,

σὺ διασάφησόν μοι. Ὁ δὲ ἐνόησεν οὕτως, τουτέστιν· ἐπειδὴ τὴν ὑπὲρ Θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν Ἐλιοὺς, οὐκ ἐπέχω, ἀλλ’ ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. Εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ, ἔλεγξον τὸν λόγον. — Οἶμαι δὲ μᾶλλον οὕτω νοεῖσθαι τὸ κείμενον, ὅτι οὐκ ἐπειδὴ τὸ ὑπὲρ Θεοῦ λέγειν εἱλόμην, παρὰ τοῦτο δεῖ σε καὶ συνομολογεῖν ἁπλῶς, οἷα δὴ χρέος ἀπαιτῶ· ἄνευ δὲ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, ἀντὶ τοῦ· χωρὶς τοῦ ἐμοῦ λόγου εἰδέναι θέλω, εἴ τι καὶ ἀντειπεῖν ἔχοις ἵνα εἴπῃς ὅτι ἡσυχίαν παρέχομαι, καὶ ἐπιλαμβάνου τὸν λόγον, εἰ δύνασαι.

Κεφ. ΛΕʹ, εʹ. Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Vat. 800, 2.

Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν.

ςʹ. Εἰ ἤμαρτες, τί πράξεις; Ibid.

Τουτέστιν οὐδὲ αὐτὸν ἀδικήσεις, ἀλλ’ οὐδὲ ὠφελήσεις, δίκαιος ὤν· ἐπειδὴ γὰρ ἔλεγεν· Εἰ ἥμαρτον, τί δύναμαι πρᾶξαι; τί ποιήσω, φησίν; τοῦτο ἵνα εἴπῃ· Διὰ τί; μὴ γὰρ ἀδικούμενος φροντίζει σου ἁμαρτάνοντος; μὴ γὰρ ὡς βλάβην ὑπομένων;

ιʹ. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Vat. 801, 2.

Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· ὃ βλέπεις νῦν φῶς, δι’ ἔσοπτρον βλέπεις. Καί· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· μέλλομεν ποτὲ βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών; ἐπεὶ νύξ ἐστι, πολέμιοι πολλοὶ, πολλὰ θηρία περιέρχονται. Ἐπεὶ οὖν νύξ ἐστὶ τὰ ἐν τῇ σκοτίᾳ τοῦ βίου πράγματα, χρεία ἐστι φυλάκων τεταγμένων εἰς τὴν νύκτα ταύτην,

ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυκτὶ, καὶ ἔλθωσι καὶ φυλάξωσιν ἡμᾶς ἀπὸ τῶν λῃστῶν. Τίνες οὖν οἱ φύλακες, οἱ τεταγμένοι παρὰ τοῦ Θεοῦ ἐν ταῖς φυλακαῖς ταῖς νυκτεριναῖς; Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς· οὗτοι οἱ ἄγγελοι οἱ ἐν νυκτὶ φρουροῦσιν ἡμᾶς.