Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Εἰ καὶ μικρὸν δὲ ἔτι μετὰ τῶν τεκνίων ἔμελλεν εἶναι ὁ πατὴρ αὐτῶν Ἰησοῦς, χρὴ εἰδέναι τὸ μετὰ τὸ »μικρὸν« ἐκεῖνο· εἰ καὶ μὴ ἦν μετ’ αὐτῶν, οὐδὲν ἧττον ἐκεῖνοι ζητεῖν ἔμελλον τὸν Ἰησοῦν, ὡς ὁ Πέτρος μετὰ τὸ ἀρνήσασθαι πικρῶς ἔκλαιεν, οἶμαι, ζητῶν τὸν Ἰησοῦν.

νῦν μὲν οὖν τὸ »Ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι« λέλεκται, ὀλίγῳ 〈δὲ〉 ὕστερον· » Μικρόν, φησί, καὶ οὐκέτι θεωρεῖτέ »με, καὶ πάλιν μικρὸν 〈καὶ〉 ὄψεσθέ με«, ὅτε λεγόντων τῶν μαθητῶν· » Τί ἐστιν τοῦτο ὃ λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ· γνοὺς ὁ »Ἰησοῦς καὶ ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, εἶπεν αὐτοῖς· Περὶ τούτου »ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ »πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε »καὶ θρηνήσετε ὑμεῖς· ὁ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, »ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται«.

τὸ γὰρ »μικρὸν« ἐκεῖνο ἐν ᾧ οὐκ ἐθεώρουν αὐτόν, ἐζήτουν Ἰησοῦν· διὸ ἔκλαιον καὶ ἐθρήνουν, τῆς λύπης αὐτῶν εἰς χαρὰν μεταβαλλούσης, ὅτε ἐπληροῦτο τὸ »Καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με«.

Ἐν οἷς ἐξετάσεις εἰ ὁ μετὰ μικρὸν μὴ θεωρῶν αὐτόν, εἰ μέλλει μετὰ τοῦτο ὄψεσθαι αὐτόν, μετ’ οὐ πολὺ πάντως ὄψεται αὐτόν.

νοούντων ἡμῶν τὸ » Καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με«. τὸ δὲ ζητεῖν τὸν Ἰησοῦν ζητεῖν ἐστιν τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν καὶ τὴν δύναμιν τοῦ θεοῦ, ἅπερ πάντα ἐστὶν ὁ χριστός.

τινὲς δὲ ζητοῦσιν αὐτὸν τῶν ἑωρακότων σημεῖα, καὶ σὺν τῷ ἑωρακέναι λαβόντων ἀπ’ αὐτοῦ ἄρτον καὶ φαγόντων, αἰτίου τοῦ ζητεῖν αὐτοῖς γενομένου τοῦ τεθράφθαι ἀπὸ τοῦ λόγου· »Ζητεῖτε γάρ με, φησίν, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ »τῶν ἄρτων καὶ ἐχορτάσθητε«.

εἶτα ἐπεὶ πρότερον τοῖς Ἰουδαίοις

εἰρήκει· »Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν »ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« ἐπ’ ἐκεῖνο ἀναφέρων τὸ προκείμενον φησί· » Καὶ καθὼς εἶπον τοῖς »Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω »ἄρτι«.

ὡς γὰρ ἐκείνοις, φησί, τοῦτ’ εἶπον, οὕτω καὶ ὑμῖν· ἀλλὰ καὶ ὑμῖν τοῦτο λέγω οὐ περὶ πλείονος χρόνου.

οὕτω γὰρ ἀκούω τοῦ »Καὶ ὑμῖν | λέγω ἄρτι«, ὅπερ οὐκ ἔστιν ταὐτὸν τῷ » Καὶ ὑμῖν »λέγω« χωρὶς τῆς προσθήκης τῆς ›ἄρτι‹. Ἰουδαῖοι μὲν γάρ, οὓς προέβλεπεν ἐν τῇ ἑαυτῶν ἁμαρτίᾳ ἀποθανουμένους, οὐκ ἐπὶ βραχυνόμενον χρόνον οὐκ ἐδύναντο ἥκειν ὅπου ὑπῆγεν ὁ Ἰησοῦς· οἱ δὲ μαθηταί, μεθ’ ὃν ἔμελλεν μικρὸν χρόνον μηκέτι ἔσεσθαι μετ’ αὐτῶν, διὰ τὰ προειρημένα οὐκ ἐδύναντο ἕπεσθαι τῷ λόγῳ ἀπιόντι ἐπὶ τὰς ἑαυτοῦ οἰκονομίας.