Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ τάχα † ὥσπερ ἔστιν μεταβαλεῖν ἐκ δούλου Ἰησοῦ· δοῦλοι δὲ ἦσαν οἱ μαθηταὶ πρὸ τοῦ εἶναι τεκνία, ὡς δῆλον ἐκ τοῦ »Ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ »κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ« καὶ τοῦ » Οὐκ ἔστιν δοῦλος

»μείζων τοῦ κυρίου αὐτοῦ« ἀναγεγραμμένου πρὸ τοῦ » Τεκνία, ἔτι »μικρὸν μεθ’ ὑμῶν εἰμι«· ἐπιστήσεις δὲ εἰ ὁ δοῦλος πρότερον μαθητὴς γίνεται, εἶτα τεκνίον, εἶτα ἀδελφὸς Χριστοῦ καὶ υἱὸς τοῦ θεοῦ.

μαθητὴν δὲ ἐν τούτοις λεκτέον τὸν ἐκ τοῦ παρέχειν αὐτὸν παραληψόμενον τὴν τοῦ λόγου ἐπιστήμην, μανθάνοντα ἀπὸ τοῦ τηλικούτου διδασκάλου τὴν σοφίαν τοῦ θεοῦ.

τὸ δὲ »Ἔτι μικρὸν »μεθ’ ὑμῶν εἰμι« κατὰ μὲν τὸ ἁπλούστερον ὡς πρὸς τὸ ῥητὸν σαφές ἐστιν, ἐπεὶ ὅσον οὐδέπω ἔμελλεν μηκέτι ἔσεσθαι μετὰ τῶν μαθητῶν· πρότερον μὲν συλληφθεὶς ὑπὸ τῆς σπείρας καὶ τοῦ χιλιάρχου καὶ τῶν Ἰουδαϊκῶν ὑπηρετῶν, οἵτινες δήσαντες αὐτὸν ἀπήγαγον πρὸς Ἄνναν πρῶτον· μετὰ δὲ τοῦτο τῷ Πιλάτῳ παραδοθεὶς καὶ ἑξῆς τὴν ἐπὶ σταυρῷ καταδικασθείς· εἶτα ποιήσας ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

κατὰ δὲ τὸ βαθύτερον ζητήσεις μήποτε μετὰ τὸ »μικρὸν« οὐκέτι ἦν μετ’ αὐτῶν· οὐ τῷ μὴ παρεῖναι αὐτοῖς κατὰ σάρκα καὶ τῷ τὴν ψυχὴν αὐτοῦ εἰς ᾅδου καταβεβηκέναι (τούτου γὰρ ἕνεκεν 〈οὐκ〉 ἐκωλύετο εἶναι καὶ μετὰ τῶν μαθητῶν ὁ εἰπών· »Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ »ἐμὸν ὄνομα, καὶ ἐγώ εἰμι ἐν μέσῳ αὐτῷν« καὶ »Ἰδοὺ ἐγὼ μεθ’ »ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«) ἀλλὰ τῷ, πληρωθέντος τοῦ »Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν »ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, »καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης«, μηκέτι εἶναι μετ’ αὐτῶν τὸν μετὰ τῶν ἀξίων μόνων τυγχάνοντα.

πρὸς τοῦτο δ’ ἄν τις ἀνθυποφέροι τὸ » Μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε« λέγων αὐτὸν εἶναι καὶ μετὰ τῶν μὴ γινωσκόντων αὐτόν.

ὅρα δὲ μήποτε οὐ ταὐτόν ἐστιν τὸ εἶναι αὐτὸν μετά τινος, ὅπερ ἐν ἐπαγγελίᾳ ὡς ἀξίοις δίδοται, τῷ ἑστηκέναι αὐτὸν καὶ μὴ γινωσκόμενον ἐν μέσῳ τῶν μὴ γινωσκόντων.

ἐν ἐπαγγελίᾳ μὲν γὰρ τὸ »Ὅπου »δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ »αὐτῶν« καὶ τὸ »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως »τῆς συντελείας τοῦ αἰῶνος«· οὐ τοιοῦτον δὲ τὸ »Μέσος ὑμῶν »στήκει ὃν ὑμεῖς οὐκ οἴδατε«.

καὶ ἐν τῷ προκειμένῳ τοίνυν ὁ

εἰπών· »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι« φησὶ τὸ »Ἔτι μικρὸν | μεθ’ »ὑμῶν εἰμι«. ὁ δὲ λέγων· »Ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι« οὐκ ἂν παρόντι αἰσθητῶς τῷ Ἰούδᾳ, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα, εἶπεν ἂν αὐτῷ τὸ »Μετὰ σοῦ εἰμι« (οὐκέτι γὰρ ἦν μετ’ αὐτοῦ) οὐδ’ ὅτε βάψας τὸ ψωμίον ἐδίδου αὐτῷ,

ἀλλ’ ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς, πολλῷ πλέον οὐκ ἦν Χριστὸς μετὰ τοῦ Ἰούδα, μακρύναντος ἑαυτὸν ἀπὸ τοῦ σωτῆρος· »Τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ;«