Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Καὶ εἰκός γε, ὅτι ἔλεγον οἱ Ἰουδαῖοι ἐπὶ τῶν νῦν ἡμῖν ἐξεταζομένων ῥητῶν τὸ »Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται«, μεμαθηκότες τίνα τρόπον »δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν »κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς »πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον«, ἔβλεπον δὲ καὶ ὅτι »ἐβασίλευσεν ὁ θάνατος ἐπὶ τοὺς ἁμαρτήσαντας »ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ«, καὶ ἦν αὐτοῖς ὁ λόγος περὶ τοῦ διὰ τὴν ἁμαρτίαν θανάτου εἰς πάντας ἀνθρώπους διεληλυθότος ἐπὶ τῷ πάντας ἡμαρτηκέναι.

περὶ τούτων δὲ μεμαθηκότες τὰ ἑξῆς, ἅτε μὴ παραδεξάμενοι τοὺς Ἰησοῦ λόγους, οὐκ ᾔδεισαν, καὶ ὅτι »οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα«.

ἀλλ’ οὐδὲ συλλογίζεσθαί πως ἐδύναντο ὅτι »εἰ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ »πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ »ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ | εἰς τοὺς πολλοὺς »ἐπερίσσευσεν«.

οὐ συνίεσαν δὲ καὶ πῶς οὐκ ἦν τὸ δώρημα ὅμοιον τῷ δι’ ἑνὸς ἁμαρτήσαντος θανάτῳ· οὐδὲ γὰρ ἐπεπαίδευντό πω ὅτι τὸ χάρισμα ἐκ πολλῶν παραπτωμάτων ἐγίνετο εἰς δικαίωμα.

ἀλλ’ οὐδὲ ἔβλεπον ὅτι »Οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς »λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοὺ«.

καὶ ἐνενόουν μὲν τὸν θάνατον Ἀβραὰμ καὶ τῶν προφητῶν, ἀκούοντες ὅτι καὶ Σαμουὴλ, ὡς διὰ τὸν θάνατον ὑπὸ γῆν ὤν, ὑπὸ ἐγγαστριμύθου ἀνήγετο, θεοὺς οἰομένης κάτω που εἶναι τῆς γῆς καὶ λεγούσης· »Θεοὺς ἐγὼ εἶδον ἀναβαίνοντας ἀπὸ τῆς γῆς«· τὴν δὲ ζωὴν τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν οὐ κατειλήφασιν, οὐδ’ ὅτι ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ἦν οὐ νεκρῶν αὐτῶν ἀλλὰ ζώντων· καὶ ὡς ὑπολαμβάνοντες [τε] νεκροὺς εἶναι τοὺς προφήτας ᾠκοδόμουν αὐτῶν τοὺς τάφους, καὶ διὰ τοῦτο ταλανιζόμενοι.

εἰ καὶ ἀπέθανεν οὖν Ἀβραάμ, ἀλλ’ ἔζησεν καὶ οὐκέτι τὸν θάνατον ἐθεώρει ἀφ’ οὗ ἰδὼν τὴν Ἰησοῦ ἡμέραν ἠγαλλιάσατο καὶ ἐχάρη.