Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(33) Εἰ κατὰ τὴν ἁπλουστέραν ἐκδοχήν, ὡς καὶ αὐτοὶ ἀποδεδώκαμεν, δοκεῖ εἶναι σαφὲς τὸ τῆς ὑπολήψεως τῶν Ἰουδαίων. ἀποκριναμένων πρὸς τὸν τοῦ σωτῆρος λόγον περὶ τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν ὡς ἀποτεθνηκότων, οὐδὲν ἧττον οὐκ ἀπαρασήμαντον τὴν ἐξέτασιν μετὰ συγκρίσεως τῆς πρὸς ἕτερα παρα|πλήσια ἐατέον.

ἀρα γὰρ ᾤοντο σὺν οὐδενὶ λόγῳ τὸν σωτῆρα εἰρηκέναι τὸ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«, καὶ διὰ τοῦτο σαφές τι πρὸς τὸν λόγον αὐτοῦ ἀπεκρίναντο;

ἢ ἐνόησαν οὐ περὶ τοῦ κοινοτέρου θανάτου αὐτὸν λελαληκέναι, καὶ διαλαμβάνοντες περὶ Ἀβραὰμ καὶ τῶν προφητῶν, ὡς καὶ αὐτῶν ἐν τῷ χείρονι θανάτῳ γεγενημένων ποτέ, τὸν λόγον αὐτοῦ μὴ παραδεξάμενοι μηδὲ ὑπολαμβάνοντες αὐτὸν εἶναι τηλικοῦτον ὁποῖον ἐπηγγείλατο ὁ λέγων, φασίν·

»Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον »ἔχεις«; τὸ δ’ ὅμοιον καὶ ἐπ’ ἄλλων αὐτοῦ λόγων καὶ τῶν πρὸς αὐτοὺς ἀποκρίσεων ἐπὶ πλειόνων ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν· οἷον

ἐπὶ τῆς Σαμαρείτιδος, ὅτι εἰπὼν αὐτῇ ὁ Ἰησοῦς· »⟨Δός μοι⟩ πιεῖν« μεθ’ ἕτερα προσέθηκεν τοιαῦτα· »Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, »καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ »ἔδωκεν ⟨ἄν⟩ σοι ὕδωρ ζῶν.

καὶ λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε »ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ »τὸ ζῶν;« καὶ πάλιν· » Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ »μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν«.

οὐ γὰρ πιθανὸν ἦν περὶ αἰσθητοῦ ὕδατος ἀποκρίνεσθαι αὐτῷ τὴν Σαμαρεῖτιν, καὶ ᾐτηκέναι αὐτὸν σωματικὸν ὕδωρ ἐπὶ τῷ μηκέτι διψῆσαι μηδὲ διέρχεσθαι ἀντλεῖν ἀπὸ τῆς τοῦ Ἰακὼβ αἰσθητῆς πηγῆς.

ἀλλὰ καὶ εἰπόντος τοῦ κυρίου· »Ὁ ἄρτος, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου »ζωῆς«· ὅτε »ἐμάχοντο πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς »δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν;« ἀπεδείκνυμεν ὅτι οὐκ ἂν τοσοῦτον ἀνόητοι ἦσαν οἱ ἀκούοντες ὡς ὑπολαμβάνειν ὅτι προκαλεῖται ὁ λέγων τοὺς ἀκροατὰς εἰς τὸ προσελθεῖν καὶ ἐμφαγεῖν τῶν σαρκῶν αὐτοῦ.