Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Παράκειται δὲ τῷ ἐξετάζειν τὰ περὶ τοῦ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνου καὶ τὸ ἰδεῖν τινὰς νεκροὺς μέν, οὐκ ἐν ἄλλῳ δὲ ἢ ἐν Χριστῷ νεκρούς, οἳ καὶ πρῶτον ἀναστήσονται· περὶ ὧν ἐν μὲν τῇ πρὸς Κορινθίους οὕτω λέγεται· »Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ »ἀναστήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα«· ἐν δὲ τῇ πρὸς Θεσσαλονικεῖς· » Τοῦτο γὰρ ὑμῖν λέγομεν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ »ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ μὴ »φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν »φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, »καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ »ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν »νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν »κυρίῳ ἐσόμεθα«.

καὶ ἡγοῦμαι ζῶντας μὲν εἶναι ἐν Χριστῷ τοὺς τετελειωμένους καὶ μηδαμῶς ἔτι ἁμαρτίαν ἐργαζομένους, νεκροὺς δὲ ἐν Χριστῷ τοὺς διακειμένους μὲν κατὰ τὴν ἐν Χριστῷ πίστιν καὶ προαιρουμένους βιοῦν καλῶς, οὐ μὴν ἤδη κατωρθωκότας ἀλλ’ ἔτι ἁμαρτάνοντας, ἤτοι κατ’ ἄγνοιαν τοῦ ἀκριβοῦς περὶ δικαιοσύνης ἀληθοῦς λόγου, ἢ κατὰ ἀσθένειαν νικωμένων τῶν κριμάτων ἀπὸ τῆς ἐπιθυμούσης κατὰ τοῦ πνεύματος σαρκός.

καὶ τούτοις γε ἀκόλουθόν ἐστιν τὸν Παῦλον αἰσθανόμενον ἑαυτοῦ λέγειν διὰ τὸ ἤδη κατωρθωκέναι τὸ »Ἡμεῖς οἱ ζῶντες«. οὓς δὲ εἰρήκαμεν νεκρούς, οὗτοι μάλιστα δέονται τῆς ἀναστάσεως, οὐδὲ τῶν ζώντων δυναμένων ἁρπαγῆναι | ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, πρὶν πρῶτον τοὺς ἐν Χριστῷ νεκροὺς ἀναστῆναι· διὸ γέγραπται· »Οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες« καὶ τὰ ἑξῆς.

ἐπιστήσεις δὲ εἰ καὶ διὰ τὴν ἀνθρωποκτονίαν αὐτοῦ οὐκ ἂν συστάντα τὰ ἐπὶ τῆς ἐπικαταράτου γῆς ἐν τοῖς ἔργοις τοῦ ἐκβληθέντος ἀπὸ »τοῦ παραδείσου τῆς τρυφῆς« Ἀδὰμ συνέστη.

πλὴν

ἀνθρωποκτόνος οὗτος ἀπὸ τῆς τῶν ἐνεστηκότων γέγονεν ἀρχῆς, ὅστις, οἶμαι, γενόμενος »ἀρχὴ πλάσματος κυρίου« ἐφθόνησεν τοῖς κτισθεῖσιν »εἰς τὸ εἶναι«.

οὕτω »φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν »κόσμον«, ἀεὶ ἐν οἷς ἂν εὕρῃ ζῶσιν ἀνθρωποκτονοῦντος ἕως ἂν πάντων τῶν ἐχθρῶν ὑποτεθέντων τοῖς ποσὶν τοῦ υἱοῦ τοῦ θεοῦ ἔσχατος ἐχθρὸς αὐτοῦ θάνατος καταργηθῇ.