Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ταύτην δὲ τὴν ἀνθρωποκτονίαν εἰργάσατο ἀρξάμενος ἀπ’ ἀρχῆς, δι’ ἣν ἀνθρωποκτονίαν αὐτοῦ ἕκαστος τῶν νοούντων αὐτὸ καὶ τὸ ἑαυτοῦ σῶμα, καὶ τίνι οἰκεῖόν ἐστιν, τοῦτο ἐρεῖ, ταλανίζων ἑαυτὸν ἐπὶ τῷ ἐν τῷ Ἀδὰμ ἀποτεθνηκέναι, τὸ » Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ »θανάτου τούτου«; βλέπων καὶ τίνα τρόπον εἴρηται τὸ » Εἰς χοῦν »θανάτου κατήγαγές με«· καὶ τὸ Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ »κακώσεως«· καὶ τὸ »Σῶμα τῆς ταπεινώσεως ἡμῶν«.

ἔστιν δὲ καὶ ἀπορρητότερόν τι δι’ ὃ ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἄρχων ἐστὶν τοῦ κόσμου τούτου, λέγω δὲ τοῦ περιγείου τόπου, ὅπου εἰσὶν οὓς ἀπέκτεινεν ἄνθρωποι. ὁ μὲν οὖν ἀνθρωποκτόνος ἀπέκτεινεν ἡμᾶς· ἡμεῖς δὲ χάριτι θεοῦ συνετάφημεν Χριστῷ καὶ συνανέστημεν αὐτῷ, εἴγε σύμμορφοι γεγόναμεν τῇ ἀναστάσει αὐτοῦ καὶ ἐν καινότητι ζωῆς περιπατοῦμεν.

ὁ δὲ ἀνθρωποκτόνος ἄρχει τῶν ἀνῃρημένων καὶ ἄρχει τῶν νεκρῶν, ζῶντος δὲ οὐδενὸς ἡγεῖσθαι δύναται.

ἐὰν δὲ ἐπιπλεῖον ἐπιστήσῃς καὶ τοῖς περὶ τῶν νεκρῶν γεγραμμένοις, οἷον τούτῳ » Εἰς τοῦτο Χριστὸς ἀπέθανεν καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν »καὶ ζώντων κυριεύσῃ«, ὄψει τίνα τρόπον διὰ τὸν θάνατον τοῦ Ἰησοῦ οὐδὲ τῶν νεκρῶν κυριεύει ἔτι· ἀπέθανεν γὰρ Ἰησοῦς ἵνα καὶ νεκρῶν κυριεύσῃ.

ὅσον μὲν οὖν ζῇ ὁ ἄνθρωπος, οὐ φορεῖ τὴν τοῦ

χοϊκοῦ εἰκόνα· ἀποθνήσκων δὲ καὶ ἀναιρούμενος ὑπὸ τοῦ ἀνθρωποκτόνου, ἅμα τε ⟨οὐ⟩ συνέχει τὴν τοῦ θεοῦ εἰκόνα, καὶ ἀναλαμβάνει τὴν τοῦ χοϊκοῦ καὶ νεκροῦ· νεκρὸς γὰρ ὁ χοϊκός, ὥσπερ ζῶν ὁ ἐπουράνιος· καὶ ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων θεός.

διόπερ εἰ μὲν συνανέστημεν ἐν καινότητι ζωῆς περιπατοῦντες, ὁ θεός ἐστιν ἡμῶν· εἰ δὲ ἔτι ἐσμὲν ἐν νεκροῖς, ὁ θεὸς οὐ νεκρῶν καὶ ἡμῶν οὐκ ἔσται θεός.