Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἔχεται δὲ τῆς ἐν τούτοις περὶ τέκνων θεοῦ καὶ τέκνων διαβόλου ἀποφάσεως τὰ ἐν τῇ αὐτῇ ἐπιστολῇ λεγόμενα περὶ τῶν ὄντων ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ τῶν μὴ ἑωρακότων αὐτόν· »Πᾶς, »γάρ φησιν, ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων »οὐχ ἑώρακεν αὐτόν«.

οὐκοῦν εἰ πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει, ὁ ἁμαρτάνων οὐ μένει ἐν τῷ υἱῷ· καὶ εἰ πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν, ὁ ἑωρακὼς αὐτὸν οὐχ ἁμαρτάνει.

ἅμα δὲ καὶ σημείωσαι, τί νοῶν ὁ Ἰωάννης εἶπεν τὸ »Πᾶς ὁ ἁμαρτάνων οὐχ »ἑώρακεν αὐτόν« 〈δηλῶν〉 διὰ τοῦ »Ἑώρακεν αὐτὸν« ὡς ἀεὶ δυναμένων εἶναι τῶν ὁρώντων τὸν υἱὸν τοῦ θεοῦ καὶ ἐκ τοῦ ἑωρακέναι αὐτὸν μεταλαμβανόντων δυνάμεως πρὸς τὸ μηδαμῶς ἁμαρτάνειν.

ἔτι φήσεις ὅτι τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν« ὁτὲ

μὲν λέγοιτ’ ἂν πρὸς τοὺς υἱοὺς τοῦ διαβόλου, ὁτὲ δὲ πρὸς τοὺς υἱοὺς τοῦ θεοῦ. οἱ μὲν γὰρ ἁμαρτάνοντες ποιοῦσι τὰ ἔργα τοῦ πατρὸς αὐτῶν διαβόλου, οἱ δὲ κατορθοῦντες ποιοῦσι τὰ ἔργα τοῦ πατρὸς αὐτῶν θεοῦ.

εἰκὸς δὲ ἐκ τούτων τινὰ κινηθήσεσθαι μὴ ἄρα δύνηται ὁ αὐτός, τῷ ποιεῖν ἀγαθὰ καὶ πονηρὰ ἔργα ἀνὰ μέρος, διὰ μὲν τὰ ἀγαθὰ τέκνον εἶναι θεοῦ, διὰ δὲ τὰ ἐναντία τέκνον τοῦ διαβόλου. ἀλλὰ τοῦτο πρὸς τῷ ἀλογώτατον εἶναι οὐ δηλοῦται ἀπὸ τῶν ῥητῶν.

ἀποφαίνεται γὰρ ὁ Ἰωάννης ὅτι »Πᾶς ὁ γεγεννημένος »ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, »καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται«.

πᾶς τοίνυν ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ· οὐ μὴν γέγραπται ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ ποιεῖ, ἀλλ’ »ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«.

πάλιν οὐχὶ ὥσπερ εἴρηται· »Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου »ἐστίν«, οὕτως ἀναγέγραπται· »ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ »θεοῦ ἐστιν«. καὶ πρόσχες ταῖς διαφοραῖς τῶν προτάσεων, τίνα τρόπον μετὰ πάσης ἀκριβείας τῷ Ἰωάννῃ εἴρηνται, ὥστ’ ἂν θαυμάσαι τινὰ πῶς ἀλήπτως καί, ὡς ἂν εἴποιέν τινες, διαλεκτικῶς ἐξήνεγκεν αὐτάς, μὴ τὰ ὅμοια προενεγκάμενος περὶ τῶν ἐκ τοῦ διαβόλου καὶ τῶν ἐκ τοῦ θεοῦ· ὁμοίως δ’ ἂν ἐξήνεγκεν εἰ πεποιήκει, ὥσπερ τὸ »Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«, οὕτως | »ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐστιν« ἢ ὥσπερ ἀνέγραψεν ὅτι » Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ« πεποιήκει τὸ »πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ ποιεῖ«.

Μήποτε δὲ καὶ τῷ »Ἐστίν«, εἰρημένῳ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου, μὴ χρησάμενος ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, ἢ τῷ » Γεγεννημένος«, ἀναγεγραμμένῳ ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, μὴ συγχρησάμενος ἐπὶ τῶν ἐκ τοῦ διαβόλου, πάνυ σοφώτατα ἐξέδωκεν.

ἐπῆρεν γὰρ τὸν ἐκ τοῦ θεοῦ, τὸ » Γεγεννημένον« τάξας ἐπ’ αὐτοῦ· ὅπερ εἰ καὶ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου εἴρητο, χεῖρον ἄν τι ἐνέφαινεν παρὰ τὸ »Ἐκ τοῦ »διαβόλου ἐστίν«.

ἀλλὰ καὶ εἴπερ, ὡς ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου ἔταξεν τὸ »’Ἐστίν«, πεποιήκει ἐπὶ τοῦ ἐκ τοῦ θεοῦ, ἔλαττον ἂν περὶ τὸν ἐκ τοῦ θεοῦ παρίστη, πολλῷ κρείττονος τυγχάνοντος τοῦ γεγεννῆσθαι ἐκ τοῦ θεοῦ παρὰ τὸ εἶναι ἐκ τοῦ θεοῦ. φήσει δέ τις ὅτι τινὰ τῶν κτισμάτων ἐστὶν μὲν ἐκ τοῦ θεοῦ, οὐ μὴν γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πάντως ταῦτα ἐλάττονα ἔχει τάξιν ἐν τῷ παντὶ τῶν γεγεννῆσθαι λεγομένων ἐκ τοῦ θεοῦ.

καὶ γενόμενός γε κατὰ

τὴν διαφορὰν τοῦ τε ›Ἐστὶν ἐκ τοῦ διαβόλου‹ καὶ 〈τοῦ〉 ›Γεγέννηται ἐκ τοῦ θεοῦ‹, ζητήσεις μήποτ’ ἐστίν τις ὁ καὶ γεγεννημένος ἐκ τοῦ διαβόλου, ὅστις πάντως καὶ ἔστιν ἐκ τοῦ διαβόλου, οὐ παντὸς τοῦ ὄντος ἐκ τοῦ διαβόλου γεγεννημένου· καὶ πάλιν ἔστιν τις ἐκ τοῦ θεοῦ οὐ πάντως καὶ γεγεννημένος ἐκ τοῦ θεοῦ, οὐκέτι δὴ παντὸς τοῦ ὄντος ἐκ τοῦ θεοῦ γεγεννημένου ἐκ τοῦ θεοῦ.