Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ὅσον ἐπὶ τῷ ῥητῷ τούτῳ οὐκ ἔστι σαφὲς τίνα θέλει εἰπεῖν πατέρα τῶν πεπιστευκότων αὐτῷ Ἰουδαίων καὶ μηδέπω ἐγνωκότων τὴν ἀλήθειαν· πρὸς αὐτοὺς γὰρ ταῦτα πάντα φησί.

καὶ εἰ μὴ

ἐπεφέρετο μετ’ ὀλίγα τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ »τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν«, κἂν σαφῶς οὐκ ἐγνώκειμεν τὸ βούλημα τοῦ | εἰρημένου.

οὐ θαυμαστὸν δὲ εἰ τοῖς πεπιστευκόσιν αὐτῷ Ἰουδαίοις, μηδέπω μείνασιν αὐτοῦ ἐν τῷ λόγῳ, ἵνα ἀληθῶς αὐτοῦ γένωνται μαθηταὶ καὶ γνῶσιν τὴν ἀλήθειαν ἐπὶ τῷ ἐλευθερωθῆναι ὑπ’ αὐτῆς, ἔλεγεν τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ »πατρὸς ὑμῶν« καί, ὡς ἐν τοῖς ἑξῆς ἐπιφέρεται, τὸ »Ὑμεῖς ἐκ τοῦ »πατρὸς τοῦ διαβόλου ἐστέ«.

κἂν γὰρ ἀπηνὲς εἶναι δοκῇ τὸ τοιοῦτο λεγόμενον περὶ πεπιστευκότων μὲν αὐτῷ καὶ μαθητευθέντων πως, οὐ μὴν ἤδη ἀληθῶς χρηματισάντων μαθητῶν τοῦ Ἰησοῦ, ὅμως κατανοητέον καὶ τὸ ἐν τῇ καθολικῇ ἐπιστολῇ ὑπὸ Ἰωάννου εἰρημένον περὶ υἱῶν θεοῦ καὶ υἱῶν διαβόλου· »Ὁ ποιῶν, γάρ φησι, τὴν »ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.

»εἰς τοῦτο ἐνεφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ »διαβόλου. πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι »σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ »τοῦ θεοῦ γεγέννηται.

ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ »καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ὢν δίκαιος οὐκ ἔστιν ἐκ τοῦ »θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ«.

τῶν ῥητῶν τοίνυν τούτων οὕτως ἐχόντων κατανόησον εἰ μὴ σαφῶς εἴρηται ὅτι πᾶς »ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«.

ὅσον ποιοῦμεν ἁμαρτίας, οὐδέπω τὴν ἐκ τοῦ διαβόλου γένεσιν ἀπεδυσάμεθα, κἂν πιστεύειν εἰς τὸν Ἰησοῦν νομιζώμεθα· καὶ τούτῳ ἀκόλουθόν ἐστιν τὸ λέγεσθαι τοῖς πεπιστευκόσιν Ἰουδαίοις ὑπὸ τοῦ Ἰησοῦ· »’Υμεῖς »ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν« ἀναφερομένου »τοῦ πατρὸς« ἐπὶ τὸν διάβολον διὰ τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ«.

εἰ δὲ πᾶς »ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«, πᾶς ὁ μὴ ὢν ἐκ τοῦ διαβόλου οὐ ποιεῖ τὴν ἁμαρτίαν.

ἀλλὰ καὶ εἴπερ »εἰς »τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ »διαβόλου«, ὅσον οὐδέπω τὰ ἐν ἡμῖν ἔλυσεν ἔργα τοῦ διαβόλου, τῷ μὴ παρεστακέναι ἡμᾶς ἑαυτοὺς τῷ λύοντι τὰ ἔργα τοῦ διαβόλου, οὐδέπω ἀπεθέμεθα τὸ εἶναι τέκνα τοῦ διαβόλου, ἀπὸ τῶν καρπῶν ἐπιγινωσκόμενοι τίνος ἐσμὲν υἱοί.

καὶ ἐκ τούτων μέντοι γε δῆλόν ἐστιν ὅτι οὐ διὰ κατασκευὴν υἱός τίς ἐστιν διαβόλου, οὐδὲ διὰ τὸ οὕτως δεδημιουργῆσθαι υἱός τις ἐν ἀνθρώποις λέγεται τοῦ θεοῦ·

καὶ δῆλον ὅτι δύναται ὁ ποτὲ υἱὸς τοῦ διαβόλου γενέσθαι υἱὸς τοῦ θεοῦ, ὅπερ σαφὲς καὶ ὁ Ματθαῖος ποιεῖ ἀναγράφων τὸν σωτῆρα οὕτως εἰρηκέναι· »Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον »σοῦ καὶ μισήσεις τὸν ἐχθρόν σου· ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπήσατε »τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς· »ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς«.

προσέχετε γὰρ ὅτι ἐκ τοῦ »ἀγαπᾶτε τοὺς ἐχθροὺς« καὶ »προσεύχεσθε »ὑπὲρ τῶν διωκόντων« ὁ μὴ πρότερον τοῦ ἐν οὐρανοῖς πατρός. ὕστερον αὐτοῦ | γίνεται υἱός· ἔτι δὲ διὰ τὸ »Ἐν τούτῳ φανερά »ἐστιν τὰ † ἔργα τοῦ θεοῦ καὶ τὰ † ἔργα τοῦ διαβόλου« προειρημένων περὶ μὲν τοῦ διαβόλου τέκνων ὅτι »Ὁ ποιῶν τὴν ἁμαρτίαν »ἐκ τοῦ διαβόλου ἐστίν«· περὶ δὲ τῶν τοῦ θεοῦ ὅτι »Πᾶς ὁ »γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ »μένει καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται«, σαφὲς ὅτι πᾶς ἄνθρωπος συμπεπληρωκὼς τὸν λόγον ἤτοι τέκνον τοῦ θεοῦ ἐστιν ἢ τέκνον τοῦ διαβόλου· ἤτοι γὰρ ποιεῖ ἁμαρτίαν ἢ ἁμαρτίαν οὐ ποιεῖ, οὐδενὸς ὄντος μεταξὺ τοῦ ποιεῖν ἁμαρτίαν καὶ τοῦ ἁμαρτίαν μὴ ποιεῖν· καὶ εἰ μὲν ποιεῖ ἁμαρτίαν, ἐκ τοῦ διαβόλου ἐστίν· εἰ δὲ ἁμαρτίαν οὐ ποιεῖ, ἐκ τοῦ θεοῦ γεγέννηται.