Scholia in Matthaeum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στιχ. ια΄. Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, ταὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καί Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, διὰ ποίας οἱ πολλοὶ εἰσελεύσονται; περὶ γὰρ πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ εἰσελεύσονται διʼ αὐτῆς. Καί φαμ [*](2 Joan. I, 13. 3 Matth. VII, 14.) [*]((5) Ex cod. Venet. XXVII, pag. 23.)

293
ὅτι ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται, ἐπειδὴ ὀλίγοι ἀπὸ τοῦ Ἰσραὴλ ἐσώζοντο· οὐ πολλοὶ γὰρ ἐπίστευσαν εἰς αὐτόν. Διὸ καὶ ἔλεγε· Μὴ φοβοῦ μικρόν ποίμωιον, ὅτι εὐδόκησεν ὁ Θεὸς ἐν σοί. Προφητικῶς δὲ ἐλέχθη τὸ, Πολλοὶ ἥξουσιν· ὡς περὶ τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν ἀπὸ τῶν ἐθνῶν. Πολλοὶ, φησὶν, ὡς πρὸς τοὺς μετὰ τὴν παρουσίαν μὴ πστεύσαντας, οἱ ἀπὸ τῶν ἐθνῶν ἀνακλιθησόμενοι μετὰ Ἀβραὰμ καὶ τῶν ἐξ αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ τῷ ἀριθμῷ δὲ πολλαπλασίους οὗτοι τῶν ἀπὸ Ἰσραὴλ καὶ τὸν Ἰησοῦν Χριστὸν ὁμολογουμένων.

Στιχ. ια΄. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.

Στιχ. ιβ΄. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουαιν αὐτήν.

Φαμὲν τὸ μικρότερον περὶ αὐτοῦ λέγειν τοῦ Χρισποῦ· μικρότερον δὲ κατὰ τὴν δόκησιν τῶν ἀκουόντων. Τὸ δὲ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, δηλοῖ ἐν τοῖς πνευματικοῖς, καὶ ἐν τοῖς κατʼ οὐρανὸν ἅπασι καὶ θεῖκοῖς μείζονα ὑπάρχειν ἐκείνου τὸν Χριστόν. Οὕτως δὲ ἀναγνωσόμεθα, ὅτι, Μικρότερος· εἶτα, μικρὸν διαλιπόντες, ἐποίσομεν τὸ, Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἡ δὲ βασιλεία α. ν οὐρανῶν αὐτός ἐστιν ὁ Χριστὸς, προτρεπόμενος πάντας εἰς μετάνοιαν, καὶ ἕλκων εἰς ἑαυτὸν διὰ τῆς χάριτος.