Scholia in Matthaeum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(5) Στιχ. ε΄. Μὴ δῶτε τὸ ἄγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων...

Στιχ. ς΄. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.

Ἵνα μὴ ἀγνοῶσιν οἱ μαθηταὶ, τίνες εἰσὶν κύνες, ἢ χοῖροι ἐν τοῖς ἀκροαταῖς, ἐπιμόνως ζητήσατε, φησὶν, ἐκ Θεοῦ, καὶ ἀποκαλύπτεται ὑμῖν πάντα. Ἀρχὴ μὲν γὰρ ἀρετῆς τὸ διʼ εὐχῆς γνῶναι τὸ ἀγαθόν· εἶτα τὸ εἰδέναι πῶς δεῖ ὁδεῦσαι τὴν ἀρετήν τρίτον τὸ διὰ τῶν ἔργων κρούειν ἀνοιγῆναι αὐτῷ τὴν θύραν. Τοῦτο γὰρ σημαίνει ἡ διὰ τῶν χειρῶν κροῦσις. Τρισσᾶς γὰρ ἡ τῶν σωτηρίων δογμάτων ἀλήθεια λαμβάνεται, ἐπιμελεῖ εὐχῇ, καὶ τοῦ ἡγεμονικοῦ ἐν τῷ ζητεῖν τὰ θεῖα καταστάσει, καὶ περὶ τοῦ εὑρεῖν συναισθήτως τῆς τῶν κεκρυμμένων Γραφῶν ἀσφαλείας τὸ βάθος, ἀκριβεῖ πολυπραγμοσύνῃ· οὕτω γὰρ ἀνοίγεσθαί φησι τὰς Γραφάς.

Στιχ. θ΄. Τᾶς ἐξ ὑμῶν ἄνθρωπος, ὂν ἐὸν αἰτήσῃ δ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Στιχ. ι΄. Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;

Ὅρα δὲ εἰ --- γνῶσις τροφὴ, ἧς ἄνω οὐκ ἔστι σώζεσθαι· οἷον ὁ περὶ τοῦ πῶς βρωτέον ἀκριβὴς λόγος. Ἰχθὺς δὲ καὶ οἷον ὄψον φιλομαθεῖ τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα, καὶ ὅσα ἐξῆς ἡ σοφία λέγει. Οὕτε ἀντὶ τοῦ ἄρτου λίθον δίδωσιν ὁ Θεὸς, ὂν ὁ διάβολος ἐσθίεσθαι ὑπὸ τοῦ Ἰησοῦ ἐβούλετο· οὕτε ἀντὶ ἰχθύος ὄφιν, ὂν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθὺν ἐσθίειν Αἰθίοπες. Πῶς δὲ τοὺς μαθητὰς πονηροὺς ἐκάλεσεν; Εἰ γὰρ καὶ ἠκολούθουν ἐκ προαιρέσεως, ἀλλʼ εἶχον τὸ τρεπτὸν τοῦ ἀνθρωπίνου. Μόνον δὲ ἄτρεπτος ἦν καὶ θεότητι καὶ ἀνθρωπότητι ὁ τοῦ Θεοῦ Υἱός. Δόματα δὲ ἀγαθὰ καλεῖ τὰς πνευματικὰς δωρεάς. Ὁ δὲ Λουκᾶς Πνεῦμα ἅγιον εἶπεν, ἀντὶ τοῦ εἰπεῖν ἀγαθά. Καὶ οὐδὲν τὸ διάφορον. Τὸ γὰρ ἅγιον Πνεῦμα αὐτό ἐστι τὸ φῶς ἀγαθόν· διὸ καὶ τοῖς μετόχοις αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνενδότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονες. Δύναται γάρ τις καὶ τούτους φύσει κακοὺς εἰπεῖν, καίπερ μὴ φύσει κακοὺς δημιουργηθέντας, ἀλλʼ ἐξ αὐτοπροαιρέτου κακίας ἀπεσκληκότας.