Scholia in Matthaeum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ια΄. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὡς ἐπὶ δημοσίῳ ἐγκλήματι κατακριθέντα αὐτὸν ἐρωτᾷ Πιλάτος λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων Ζητεῖ μυκτηρίζων, ἢ ἀμφιβάλλων οὕτως ἐρωτᾷ. Ὁ δὲ Ἰησοῦς ἠρέμα, ὑπαινιττόμενος τὸ ναὶ, ὧς πάντων ἀνθρώπων βασιλεὺς, ἔφη τὸ, Σὺ λέγεις. Ἐπεὶ ὁ μὲν ἀρχιερεὺς δικαστικῶς ἠρώτα λέγων· Εἰπὲ ἡμῖν εἰ σὺ εἷ ὁ βασιλεὺς, Πιλάτος δὲ ἀποφαντικῶς. Ὅρα δὲ εἰ μὴ τὸ μὲν, Σὺ εἶπας, τῷ ἀρχιερεῖ λεγόμενον, τὸν δισταγμὸν αὐτοῦ λεληθότα, ἐλέγχει· τὸ δὲ, Σὺ λέγεις, τῷ Πιλάτῳ, τὴν ἀπόφασιν αὐτοῦ κυροῖ. Ἦν γὰρ βασιλεὺς τοῦ Ἰσραὴλ, μήτε εἰπὼν ναὶ, ἵνα μὴ δῷ εὔλογον ἀφορμὴν τῷ Πιλάτῳ καταδικάζειν.

(28) Διὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲ αὐτοῖς ἀντιφθέγγεται. Καλῶς δὲ οὐδὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖσθαι, καὶ ὅτι διχογνωμῶν ἐστι περὶ αὐτῶν. Δῆλον γὰρ ἦν, ὅτι, εἶ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ (29) ἔνοχον ἐγκλήματος, ἀπἔλυσεν ἂν ὁ δικαστὴς αὐτὸν, λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι. Ὅθεν καὶ ὁ ἡγεμὼν ἐθαύμαζεν αὐτὸν, πῶς, δυνάμενος εἰπεῖν πολλὰς ἀπολογίσ, ἐσιώπα. Διὸ καὶ ὡς θέλων αὐτὸν ἀπολῦσαι, εἰς τοῦτο αὐτὸν προετρέπετο (30)· ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. Οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ λίαν· τάχα μὲν διὰ τὸ ἄτρεπτον καὶ ἀτάραχον αὐτοῦ πρὸς θάνατον, καὶ ἐν τούτοις γαληνὸν τοῦ προσώπου· ἢ καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ μακροθυμίαν ἐθαύμαζεν.

Εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥωμαίοις Ἰουδαίων, τὸ κεχαρισμένον αὐτοῖς ᾤοντο ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. Καὶ Σαοὺλ δὲ, συγχωρήσας τῷ λαῷ τὸν Ἰωνάθαν, δηλοῖ πρὶν αὐτοῖς καὶ τοιοῦτον. Ὡς νομίζων [*](5 Matth. XXV, 9. 1⁶ Matth. XXVI, 63,) [*](17 ibid. 64) [*]((7) Locas deficiens.) [*]((2) Nullum ascribitur auctoris nomen. Hro rcler ad vers. 12.) [*]((29) An οὐδενός.) [*]((30) Hic et infra confer edita Latina, et quædam ctiam contraria his reperies.)

308
δὲ, ὅτι τὸν ἀναίτιον, ἢ τὸν μυρίοις ἐγκλήμασιν ὑπαίτιον αἰτήσονται, εἶπε τοῦτο ὁ Πιλάτος, ὡς δικαίοις οὖσιν. ᾜδει γὰρ, ὅτι οὐδὲν σαφῆ ἔλεγχον εἶχον κατʼ αὐτοῦ.|

Παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυχὼν, εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. Οὕτως γοῦν εἶχεν ἡ τοῦ Πιλάτου πεῦσις ἐκεῖ· χᾶνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Ἰησοῦν τὸν Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Ὡς γὰρ ἔοικε, πατρωνυμία ἧν τοῦ λῃστοῦ ὁ Βαραββᾶς, ὅπερ ἑρμηνεύεται διδασκάλου υἱός (31). Συντιθέμενον οὖν τὸ τοῦ Βαραμβᾶν ὄνομα σημαίνει υἱὸς τοῦ διδασκάλου ἡμῶν. Καὶ τίνος ἄρα διδασκάλου υἱὸν χρὴ νομίζειν τὸν ἐπίσημον λῃστὴν, ἢ τοῦ ἀνδρὸς αἱμάτων, τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου, ὂν καὶ μέχρι τῆς δεῦρο μᾶλλον αἱροῦνται οἱ μαθόντες παῤ αὐτοῦ ἀνθρωποκτονεῖν, ἢ τόν ζωοποιοῦντα τοὺς ἀνθρώπους, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν;

Κρινόμενος ὑπὸ τοῦ Πιλάτου, ἐχρημάτιζε τῇ τούτου γυναικὶ, ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρείαν καταπλαγῇ, τῷ δὲ χρηματισμῷ γνῷ, ὅτι οὐκ ἄνθρωπεν, ἀλλὰ Θεὸν κρίνει. Διὰ δὲ τοῦτο αὐτὸς οὐκ εἶδεν ἢ ἵνα μὴ σιωπήσῃ τῷ (32) ὄναρ, ἢ ὄτι οὐκ ἔπιστεύετο, ἢ ὅτι ἀνάξιος ῆν, ἢ ἵνα ἀκούσας ἃ ὑπέμεινεν ἡ γυνὴ, συμπαθήσῃ. Οὐ γὰρ μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ, ὅτι οὐχ ἵνα μὴ πάθῃ ὁ Ἰησοῦς ἐδείχθη, ἀλλʼ ἴνα σωθῇ ἡ γυνή. Μακαρία δὲ ἡ τοιαῦτα (33) ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. Εἰ (34) δὲ σύμβολέν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης Ἐκκλησίας, καὶ οὐκέτι οὕσης αὐτῷ ὑποχειρίου διὰ τὴν εἰς Χριστὸν πίστιν---γὰρ, ἀλλόφυλος γὰρ ἡ γυνή.