Scholia in Matthaeum
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. α΄. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν· δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.
Δέκα παρθένοι εἷναί φασι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰσθήσεις τοῦ ἔνδοθεν καὶ ἔξωθεν ἀνθρώπου, ἀποστάσας εἰδωλολατρείας καὶ τῶν κοσμικῶν ἐπιθυμιῶν, τῷ παραδέξασθαι, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τὸν τοῦ Θεοῦ καθαρὸν λόγον, καὶ παρθενοποιηθῆναι (21).Εἰσὶ δὲ αἵ τε κοινῶς νοούμεναι, καὶ αἱ ἐν παροιμίαις κείμεναι, αἱ καὶ ἀνακολουθοῦσαι, ὡς αἱ ἀρεταὶ τῆς ὑποστάσεως Χριστοῦ. Διὸ καὶ ἐντοπειατ΄. (22) οὐχ αἱ μὲν μωραὶ, αἱ δὲ φρόνιμοι. Ἀλλὰ μία (23) καὶ πᾶσαι ἐξῆλθον εἰς ἀπάντησιν, αἱ παραδεξάμεναι τὸ περὶ Χριστοῦ μυστήριον. Ἐξίασι γὰρ ἀπὸ τῆς τοῦ κόσμου πλάνης, σπεύδουσαι πρὸς τὸν ἑτοίμως ὁρμῶντα πρὸς αὐτάς.
Ἅλλο Ὠριγένους. Ἕτερον ἡ παρθενία παρὰ τὴν ἐλεημοσύνην, καὶ ἕτερον ὁ νοῦς παρὰ τὸ σῶμα· καὶ τοῦτο λήψει εἰς τὰς δέκα παρθένους. Φρόνιμοι μὲν οὖν αἱ τοῦ κατὰ λόγον βιοῦντος αἰσθήσεις· μωραὶ δὲ αἱ τοῦ ἐναντίως καὶ παρὰ τὸν ὀρθὸν λόγον πολιτευομένου. Λαμπάδες ἡ πανάρετος πρᾶξις· ἔλαιον δὲ ὁ ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ, τοῦ τὴν ἀγαθὴν πρᾶξιν ἐργαζομένου. Καθεύδουσιν οἱ ἀπανιστάμενοι τοῦ ζωτικοῦ τόνου. Οὐκ ἀπολλύουσιν οὖν τὰς λαμπάδας αἱ φρόνιμοι, οὐδὲ ἀπροσεκτοῦσι περὶ τὴν τήρησιν τοῦ ἐλαίου. Ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέναις αἰσθήσεσι, διεγείροντες αὐτάς· τουτέστι τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κόσμος λαμπάδων ἡ κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις· ὀφθαλμῶν ἐπὶ τοῦ θαυμάζειν τὸν πεποιηκότα, καὶ μύειν ἵνα μὴ ἴδωσιν ἀδικίαν· ἀκοῆς (24) καὶ παραδεχομένης μάταιον, μήτε κρίσιν αἵματος, τοῦ δὲ ἴσου λόγου· γεύσεως αἰσθιούσης (25) Χριστὸν τὸν Κύριεν· ὀσφρήσεως Χριστοῦ εὐωδίᾳ ἀπολαυούσης, καὶ τοῦ ἐκκενωθέντος μύρου· ἁρῆς ἁπτομένης τοῦ Λόγου, ὡς Ἰωάννης λέγει· Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Μεσονύκτιον δὲ γίνεται ἡ φωνή· ἐκείνῃ τῇ ὥρᾳ, ᾗ ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπιου, ἐν ᾗ καὶ ὁ Χριστὸς ἀνέστη ἐκ τῶν νεκρῶν. Φθωνή ἐστιν ἡ σάλπιγξ, ἡ τοὺς νεκροὺς ἐγείρουσα, καὶ ἐξάγουσα ἐκ τῶν τάφων. Ἔχει δὲ καὶ μυστικὸν νοῦν τὸ ἐξέλθετε. Ἐὰν γὰρ μὴ ἐξέλθωμεν, τὸν νυμφίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα (26) τῆς παρθενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶν ἐντολῶν ἐργασία. Αὕτη γὰρ τὸ ἐν ἡμῖν· διαφυλάττει φῶς, [*]((24) Locus deficiens.) [*]((25) Forte ἐσθιούσης.) [*]((26) Forte λαμπάδες.)