Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἀκύλας τὸ Θαλπιὼθ ἐπάλξεις ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, ὕψη· ᾧ ἀκολουθεῖ τὸν ὑπὲρ τὰς ἐπάλξεις πύργον εἶναι τὴν σοφίαν, ἧς ὁμοίως ἤρτηνται θυρεοὶ μὲν τὰ πεπιστευμένα δόγματα, ἅπερ εἶπεν ἑνικῶς ὁ Ἀπόστολος θυρεὸν πίστεως· βολίδες δὲ των δυνατῶν, οἱ δυνατῶς ἀνατρέποντες λόγοι τῶν ἐναντίων τῆς ἀληθείας τὴν πιθανότητα· ἀντὶ δὲ τοῦ ἐπάλξεις, ἐντολὰς ἐκδέδωκεν ἡ πέμπτη ἔκδοσις, τὸν νοῦν μᾶλλον ἢ τὴν λέξιν ἑρμηνεύουσα· μὴ προαποκειμένων γὰρ ἐντολῶν, οἰκοδομηθῆναι τὴν ἀψευδῆ γνῶσιν ἀδύνατον.

Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.

Τὸ ἡγεγομικὸν, ὡς ἐπὶ νύμφης μαστοί· ὅπερ ἐστὶν ὀξυδερκέστατον· διὸ παρείκασε δύο νεβροῖς δορκάδος νεμομένοις ἐν ὡραίοις τόποις καὶ εὐώδεσι· σημαίνων τά τε νοητὰ καὶ αἰσθητά· νεβροὺς δὲ, ἐπειδὴ νῦν ἐκ μέρους γινώσκομεν· ὅταν δὲ τὸ τέλειον ἔλθῃ, καταργοῦμεν τὴν νηπιότητα· ὅταν ὁ καύσων τοῦ παρόντος βίου παύσηται, καὶ καιρὸς τῆς ἀναψύξεως ἐπιστῇ, λυομένης καὶ τῆς σκιᾶς σκιὰ γάρ ἐστιν ὁ παρὼν βίος· τότε γὰρ ὡς τέλειοι, ἀλλʼ οὐχ ὡς νεβροὶ νεμηθησόμεθα.

Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλου σου.

Τὸ ἔνθεμα εἴρηται παρὰ τὸ ἐντίθεσθαι καὶ ἐνορμᾶσθαι τῷ τραχήλῳ τῆς νύμφης· εἰ δὲ ὡς δύο νεβροὶ δορκάδος ἔμειναν οἱ μαστοὶ τῆς νύμφης, τὸ τί ἐκαλλιώθησαν; οὐκ ἂν ἐῤῥέθη θαυμαστικῶς περὶ τοῦ, ὡς ἔφην, διανοητικοῦ, ἀλλὰ καὶ τὸ διπλοῦν τοῦ θαύματος, τὴν αὔξησιν τοῦ κάλλους ὑπέδειξεν· ὁποῖον τὸ ἐκαρδίωσας ἐκ δευτέρου ῥηθέν· ἱμάτια δὲ τῆς νύμφης, οἱ ἐνδεδυμένοι Χριστὸν Ἰησοῦν, σπλάγχνα οἰκτιρμῶν καὶ χρηστότητα καὶ ταπεινοφροσύνην χείλη δὲ οἱ διδάσκαλοι· καὶ κηρία μέλιτος λόγοι καλοί· εἰργάσαντο δὲ κηρίον καὶ μέλι προφῆται καὶ ἀπόστολοι.