Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Κῆπος κεκλεισ μένος, ἀδελφή μου νύμφη· κῆπος κεκλεισ μένος, πηγὴ ἐσφραγισμένη.

Δεύτερον, τὸ κῆπος κεκλεισ μένος ἐῤῥέθη, τὸ μὲν ἐπὶ προκόπτοντος, τὸ δὲ ἐπὶ τελείου. ὅτε τὸ ἡγεμονικὸν

273
αὐτοῦ καθοραθὲν, τῇ τῆς θεολογίας σφραγίδι τετύπωται· ἢ καὶ νῦν μὲν ἡ νύμφη κῆπός ἐστιν κεκλεισμένος μόνον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι διὰ τὴν τελειότητα καὶ τὸ βέβαιον, καὶ πηγή ἐστιν ἐσφραγισμένη. Παντὶ γὰρ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται νῦν μὲν οὖν ἡ Γραφὴ κῆπον εἶναι ἀπλῶς· ἀλλαχοῦ δὲ ὡς περὶ ἑτέρου, καὶ τὸ λαχανείας προστίθησιν.

Ἐξεγέρθητι, Βοῤῥᾶ, καὶ ἔρχου, Νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.

Ἔοικεν ἐπιτιμᾷν ἡ νύμφη τῷ Βοῤῥέᾳ, τὴν ἐξουσίαν λαβοῦσα παρὰ τοῦ ἐπιτιμήσαντος τῷ ἀνέμῳ νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ὰνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου, εἰσοικίζεται ταῖς ψυχαῖς περὶ οὗ τὸ, ὁ Θεὸς ἀπὸ Θαμὰν ἡξει, τουτέστιν ἐκ Νότου.

Ἄνοιξόν μοι, ἀδελφή μου, πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ὁ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.