Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ παρέλθωσιν αἱ σκιαί.

Διὸ καὶ αὐχεῖ μυστικῶς λέγειν ἐν Ἰακὼβ τό· ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι· ἐν τῷ τοῦ παρόντος γὰρ βίου καύματι δεόμεθα τοῦ ποιμαίνοντος, διὰ τὰ μεσημβρινὰ δαιμόνια· λέγει γὰρ πρὸς τὸν εὐπειθῆ· οὐ φοβηθήσεται ἀπὸ δαιμονίου μεσημβμρννοῦ· ὁποῖον καὶ τὸ, Ὁ ἤλιος οὐ συγκαύσει σε· ἐπείπερ ὁ τὰς ἀσθενείας ἡμῶν φέρων καὶ περὶ ἡμῶν ὀδυνηθεὶς ἐγένετο ὑπὲρ ἡμῶν συγκαιόμενος τῷ καύματι· ἵνα ἐξαγοράσῃ ἡμᾶς ἀπʼ αὐτῶν· ὡς καὶ ἀπὸ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ποιμαίνει δὲ καὶ ἐν κρίνοις, καὶ μέχρι παρέλθωσιν αἱ σκιαὶ τοῦ βίου· κατὰ τὸ, ὡς σκιαὶ ἡμέραι ἡμῶν παράγουσιν· ἴσως δὲ καὶ πρὸ τῆς ἐπιδημίας αὐτοῦ, διὰ νόμου καὶ προφητῶν, ἐν κρίνοις ἐποίμανεν ἔτι καυσωνος ὄντος· μετὰ δὲ τὴν ἐπιδημίαν, ποιμαίνει μὲν, ἀλλʼ οὐκ ἐν κρίνοις· ὡς γὰρ τῆς ἡμέρας διαπνευσάσης εἴρηται τὸ, ἀγαπητοὶ, γινώσκετε ὅτι ἐσχάτη ὥρα ἐστίν.

Ἀπόστρεψον, ὁμοιώθητι σὺ, ἀδελφιδέ μου, τῷ δόρκωτιη νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων.

Τὰ πρότερα πρὸς τὰς νεανίδας εἶπεν ἡ νύμφη, τὰ δὲ νῦν πρὸς τὸν νυμφίον· ὥστε τῷ παρόντι καιρῷ ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρκωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, διʼ ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν τοῖς ὄρεσι τῶν κοιλωμάτων, ἀπόστρεψον λέγουσα, ἐκ τοῦ ἐν μορφῇ ὑπάρχειν Θεοῦ· καὶ ἀνάλαβε ταῦτα διὰ τὴν ἀγάπην τὴν πρὸς ἐμὲ τοῖς ἀνθρώποις ἐπιδημῶν· ὧν οἱ πλείους διὰ τὴν κακίαν ἐν κοιλώμασι διατρίβουσιν· ὄρη δὲ κοιλωμάτων, οἱ τῶν κακῶν ὑπερανέχονται δίκαιοι· ἀποστρέψας δὲ ὁ λόγος ὁμοιοῦται, ἐν μὲν τοῖς ἀνακειμένοις τῇ θεωρίᾳ, δόρκωνι ἐν τοῖς πρακτικωτέροις δὲ καὶ καθαιρετικοῖς τῶν ἀντικειμένων δυνάμεων, ἐλάφων νεβρῷ· τὸ δὲ, ἢ νεβρῷ, παραδιαζευτικόν· ὁ δὲ Θεοδοτίων εἷπεν, ἐπὶ τὰ ὄρῆ θυμιαμάτων· οὐδὲν ἧττον τοὺς ἁγίους δηλῶν.