Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.

Ταῦτα τοῖς φίλοις ὁ νυμφίος, ἤτοι ἀγγέλοις ἢ ἀνδράσιν ἀγίοις, ὅσοι τῆς Ἐκκλησίας διδάσκαλοι· ὑπὸρ σωτηρίας δὲ τῶν ἀμπελώνων ἡ προτροπή· ἵνα τῶν πανούργων συλλαμβανομένων δυνάμεων, αἵ διαφθείρουσαι τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ καρποῦ, δυνηθῶσιν αἱ ἄμπελοι προκόψαι ἀπὸ τοῦ κυπρίζειν μέχρι τῆς τοῦ καρποῦ τελειώσεως, ὑπὸ τοῦ Θεοῦ γεωργούμεναι· διὰ δὲ τὸ αὐτεξούσιον δυνάμεναι ἐνέγκαι καρπόν τε καὶ μή· ἢ τάχα καὶ ἄνθρωποι, ἀλώπεκές τινες διʼ ἑτεροδόξου δριμύτητος ἐμποδίζοντες τοῖς ἀρξαμένοις τρέχεινκαλῶς· οὓς ἔτι μικροὺς ὄντας βούλεται συλληφθῆναι πρὶν ἐπιπλέον ἀσεβείας προκόψωσι· μέγας γὰρ ἀλώπηξ γενόμενος, ἐκείνοις μὲν ἀνάλωτος, ὑπὸ μόνου δὲ τοῦ νυμφίου θηρεύεται ἀρχόμενοι γὰρ ἐνεργεἴν τὰ χείρονα, καὶ τοῖς φίλοις εὐάλωτοι· λέγει δʼ ἂν καὶ μικροὺς τοὺς ἀμπελῶνας· οὐ δύναται γὰρ κατὰ τῶν μεγάλων ἀλώπηξ.

Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί.

Ἤ νύμφη πρὸς τοὺς ἑταίρους τοῦ νυμφίου φησὶν ὡς οὐδεμίαν ἔχουσα πρὸς τοὺς ἀλώπεκας μετουσίαν· ἐκοινώνησαν γὰρ ἡμῖν, φησὶν, αἵματος καὶ σαρκὸς, καὶ ἡμεῖς αὐτῷ τῆς ἀφθαρσίας. Ἢ ὅτι ὁ Θεὸς ἐν ψυχῇ γίνεται, καὶ ἡ ψυχὴ εἰς Θεὸν μετοικίζεται· οὕτω καὶ ὁ Παῦλος· Τὸ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· σῶμα γὰρ ἡ νύμφη Ἐκκλησία Χριστοῦ, τὸ μηδαμῶς τῇ πορνείᾳ, ἀεὶ δὲ τῷ Κυρίῳ· καὶ αὐτὸς δὲ ὁ Σωτήρ· Μείνατε ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν·· ἐν δὲ τοῖς ἐξῆς ἀνάπαλιν γέγραπται· Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδός μου ἐμοί. Ἤ τάχα διὰ τὸ τὴν ἀρχὴν τῆς εὐεργεσίας ἀπὸ τοῦ νυμφίου γενέσθαι· μὴ ἐμφανίσαντος γὰρ ἑαυτὸν αὐτῇ, οὐδʼ αὐτὴ τῷ νυμφίῳ ἀνέκειτο· τὸ γὰρ ἔνθεον αὐτοῦ κάλλος θεασαμένη, ἐπὶ σωτήριον ἀφίκετο φίλτρον, μεθὸ ἀνατεθεῖσα ἐκείνου τῷ κάλλει, λέγει, κἀγὼ αὐτῷ εἶτα τὴν τάξιν ἀντέλαβε πρὶν μὲν ἐλθεῖν τὸ τέλειον, λέγουσα, ἐγὼ τῷ ἀδελφιδῷ μου· ὅταν δὲ τελείως ἀποκαλυφθῇ. μηδὲν καταλίπῃ κεκρυμμένον, αἰσθανομένητοῦτο λέγει· καὶ ἀδελφιδός μου ἐμοί· εἴρηται δέ που ταῖς προφη τείαις, αὐτὸς Κύριος ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας, ἀλλʼ οὐχ ὡς νῦν ἐν κρίνοις ἡμᾶς ποιμαίνει τοῖς ἐν μέσῳ ἀκανθῶν· τοιγαροῦν εἰπών· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων, ἐπάγει· ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων καὶ τήρει ὡς ἐπὶ τῆς νύμφης οὐκ ἔλεξεν· διὸ καὶ παραγέγονεν, εἰς τὸ ἀκάνθαις μὴ ἐμπαγῆναι τὰ ποιμαινόμενα.

[*](26 Isa. XXVI, 1.)[*](27 I Cor. VI, 13. 28 Joan. XV, 4. 29 Cant. VI, 2. Osc. XIV 10.)
268