Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.

Ἄνθος λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπός· ἐν οὖν τῷ περιγείῳ τόπῳ πεδίῳ ῥηθέντι, ἄνθος ἐστὶν ὁ νυμφίος λόγος ὡς πρὸς τὰ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, μεταβαλεῖ τὸ ἄνθος εἰς τὸ γενέσθαι καρπός· καὶ ἐπεὶ μὴ πλέον χωροῦσι τοῦ ἄνθους, λέγει ἐπὶ γῆς· διὰ τοῦτο γέγονεν ὁ νυμφίος ὡς ἄνθος τοῦ πεδίου· ἑαυτὸν γὰρ ἐκένωσε, μορφὴν δούλου λαβὼν, πρὸς τὸ δυνηθῆναι τὴν δόξαν αὐτοῦ μετὰ ταῦτα ἡμᾶς θεάσασθαι· μήποτε δὲ τοῖς μὲν εὐγενεστέροις καὶ ὁμαλέσι πεδίοις ὀνομαζομένοις, ἄνθος ἐστὶ, τοῖς δὲ τούτων κατωτέροις καὶ κοιλωτέροις κρίνον· ταῦτα φήσας ὁ νυμφίος παραβάλλει τὴν [*](15 Joan. XII, 3. 16 I Cur. VI, 15. 17 Philipp. II, 7.)

261
πλησὶον αὐτοῦ ἄλλαις θυγατράσι ταἴς λοιπαῖς ψυχαῖς, αἴτινές εἰσιν ἄκανθαι ταύτῃ παραβαλλόμεναι. Τοιαῦται δὲ αἱ μὴ πλησίον τοῦ νυμφίου ψυχαί· ἡ δὲ πλησίον κρίνον ἐν μέσῳ διαλάμπον αὐτοῦ.

Ὡς μῆλον ἐν τοῖς ξύλος τοῦ δρυμοῦ, οὕτως ἀδελφεβοῦς μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ ἐν τῷ λάρυγγί μου.

Ἔπρεπε τῇ νύμφῃ τοῦ κάλλους ὅλῃ τοῦ νυμφίου γεγενημένῃ, περὶ αὐτῆς μὲν λέγειν οὐδὲν, πρὸς οἷς δὲ ὁ νυμφίος ἔφη περὶ ἑαυτοῦ, μήλῳ παραβάλλειν αὐτόν· τοὺς παῤ αὐτῶν δὲ υἱοὺς, ξύλοις δρυμοῦ· ὑπερβολῇ δὲ τοῦ πόθου, τὸ καὶ σκιᾶς ἐπιθυμεῖν τῆς αὐτοῦ, καὶ παραπέμψαι τῷ βάθει τὴν τούτου ποιότητα· ἔοικε δὲ ταῦτα λέγειν πρὸς τὰς νεάνιδας, ὡς πρὸς τοὺς ἑταίρους ὁ νυμφίος τὰ πρῶτα· υἱοὺς δὲ, ἢ τοὺς ἑταίρους λέγει οὔς παραθέει τοῦ νυμφίου ξύλοις ἀκάρποις παρείκασεν, ἢ τοὺς ἀλλοτρίους αὐτοῦ. Ὑπὸ σκιὰν δὲ αὐτοῦ ἐπεθύμησέ τε καὶ κεκάθικεν· λέγει δὲ καὶ Ἱερεμίας ἐν Θρήνοις· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν· οὗ εἴπωμεν Ἐν τῇ σκιᾷ αὐτοῦ ζησώμεθα ἐν τοῖς ἔθνεσι· πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτἰα ἡ σκιὰ αὐτοῦ γενέσθαι, γενομένοις ἐλευθέροις τῆς τοῦ νόμου σκιᾶς; Σκιὰν γὰρ εἰχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, μηκέτι οὖσιν ὑπὸ νόμον, ἀλλʼ ὑπὸ χάριν, εἰ καὶ νῦν ἐσμεν ὑπὸ σκιὰν πολλῷ διαφέρουσαν· μετὰ τὸν παρόντα γὰρ βίον, οὐκ ἔτι διʼ ἐσόπτρου καὶ αἰνίγμαει, ἀλλὰ πρόσωπον πρός πρόσωπον τὴν ἀλήθειαν θεωρήσωμεν· λέξει δὲ καὶ ἡ νύμφη, Ἔως οὗ διαυγάσῃ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἔστι γὰρ ὁ βίος ἡμῶν ὡς σκιὰ, καὶ ἐν σκιᾷ θανάτου ὁ ἐξ ἐθνῶν ἐκαθέζετο, καὶ οἱ ἀπιστοῦντες ἔτι καθέζονται.

Εἰσαγάγετέ με εῖς οἶκον τοῦ οἴνου.