Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Τὴν γὰρ τοῦ νυμφίου φησὶν ὀσμὴν ἡ ἐμὴ νάρδος ἐν ᾗ αὐτὸν ἤλειψα, δέδωκε· τῇ γὰρ ἑαυτῆς νάρδῳ τοὺς πόδας ἀλείψασα τοῦ Ἰησοῦ, καὶ ταῖς θριξὶν ἀπομάξασα, μεταπεποιημένην ἐκ τῆς ὀσμῆς τοῦ νυμφίου ταύτην ἀνέλαβεν· ἧς αἰσθανομένη φησὶν ἐπὶ τὴν κεφαλὴν ἐλθούσης Ἡ ἐμὴ νάρδος ἔδωκέ μοι τὴν τοῦ νυμφίου ὀσμήν· διόπερ ὡς ἀπὸ τῶν χρωτῶν Ἰησοῦ τὴν οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον.

Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ. ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται

Εἰποῦσα τὴν νάρδον τοῦ νυμφίου δεδωκέναι μοι τὴν ὀσμὴν, νῦν φημι τὸν ἀδελφιδοῦν μου πνέειν στακτῆς οὐ διαχεομένης, οὐδʼ ἔξω πνεούσης· ἀλλʼ ἀποδεδεμένης καὶ πυκνότερον τὴν εὐωδίαν διδούσης· ἀδελφὸν δὲ τὸν πρῶτον ἐσχηκυῖα λαὸν ἡ ἑξ ἐθνῶν Ἐκκλησία, ἐπείπερ ἐξ αὐτοῦ τὸ κατὰ σάρκα ἦν ὁ Χριστὸς, υἱὸν κέκληκεν ἀδελφοῦ καὶ νυμφίου· τοῦ δὲ Ἀκύλα ἐκδεδωκότος πατράδελφον, λεκτέον πατέρα εἶναι τῆς ἐξ ἐθνῶν Ἐκκλη σίας τὸν πάλαι λαόν· ἐπεὶ ἐκ τοῦ παῤ ἐκείνοις νόμου καὶ τῶν προφητῶν ἡ ἐν Θεῷ γένεσις καὶ ἡ ἐξ ἡμῶν εἰς εὐσέβειαν ὑπῆρξε προαγωγή· τούτου τοίνυν οὕτως ἀποδεδομένου τῆς νύμφης πατρὸς, ἀδελφὸς ὁ Σωτὴρ ὁμοίως ἐκείνοις ὑπὸ νόμον γενόμενος.

Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ κακή· ὀφθαλμοί σου περιστεραί.

Νῦν ἔοικε πρότερον ἐνεωρακέναι τρανώτερον τῷ τοῦ νυμφίου κάλλει ἡ νύμφη· καὶ διὰ τῶν περιστερῶν αὐτῆς ὀφθαλμῶν αἰσθέσθαι τῆς ἐν τῷ κάλλει τοῦ λόγου καὶ ὑπεροχῆς· τάχα δὲ καὶ κλίνην κοινὴν ἑαυτῆς καὶ τοῦ νυμφίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι οὔσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ λόγου κοινωνίας· λέγει οὖν Παῦλος, Τὰ σώματα ἡμῶν μέλη Χριστοῦ ἐστι· διὰ γὰρ τοῦ ἡμῶν τῆς νύμφης εἶναι λέγει τὸ σῶμα· διὰ δὲ τοῦ μέλη Χριστοῦ, τοῦ νυμφίου· σύσκιον δέ φησι τὸν νυμφίον διὰ τὴν πυκνότητα τῶν ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ θεωρημάτων· ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλὴς, οὐδὲν θαυμαστὸν καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι.