Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Πατέρα ἐνταῦθα τὸν Θεόν φησιν· ὁ δὲ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς κατὰ Χριστὸν ἐπονομαζομένους, ἐν ἔργῳ καὶ λόγῳ καὶ σοφίᾳ ἑπομένους τε καὶ μιμουμένους αὐτὸν, θεωρῶν αὐτοὺς, εὐφραίνεται ἐπʼ αὐτοῖς· ποιμὴν δέ ἐστιν ἀγαθὸς νοῦς, ἀπαθεῖς λογισμοὺς κεκτημένος· εἷ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστι λογισμὸς ἐμπαθής· καὶ πρόβατόν ἐστι λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἔριφους [*](sree, I9 ¹ ν. s2. ⁵ Luc. XXa, 30. Prov. καXI, 9. e, e7. ⁵ ν, 1. ν, s. ⁶ . 3.)

248
ὁ Κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰδὲ πρόβατα ἐκ δοξιῶν· ἐρίφους λέγων τοὺς κεκτημένους λογισμοὺς ἐμπαθεῖς· οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε· καὶ τοὺς τὸν σἶτον ἔχοντας, σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον· 8 Ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην.

Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικὴν διὰ τῶν ἐντολῶν αὐτοῦ· ὁ δὲ παράνομος Ἀντίχριστος, πρὸς ἀπώλειαν ἐρεθίζει τὸ γένος τῶν ἀνθρώπων.

Ἐν παντὶ τὸ κρίνειν, διδάσκειν λέγεται· καὶ γὰρ ὁ μεταξὺ δύο ἢ καὶ πλειόνων, περὶ ἑνὸς πράγματος κρίνων, διδάσκει τὸ δίκαιον, καὶ ἀπέχεσθαι ἀδικίας· ὡσαύτως καὶ ἐπὶ ἀρετῶν, καὶ ἐπὶ πᾶν ὁτιοῦν ἀγαθὸν, τὸ κρίνειν διδάσκειν λέλεκται· ἄνδρα δὲ ἐνταῦθα κρίνειν ἔθνη, τὸν Πέτρον φησὶ, τὸν τὴν οἰκουμένην δδάξαντα τὴν εἰς Χριστὸν πίστιν καὶ εὐσέβειαν (25) καὶ Παῦλον, καὶ τοὺς λοιποὺς μετέπειτα διδασκάλους· ἄνδρα δὲ φαῦλον, τοὺς κατὰ Θευδᾶν καὶ Ἰούδαν, καὶ Σαμοσατέα (2β), καὶ τοὺς τούτων ὁμόφρονας· ἐπὶ δὲ τὸν φαῦλόν (27) φησινὁ Δαυῖδ· Καὶ ἐπ αὐτὸν γελάσππται, καὶ ἐροῦσιν· Ἰδρὺ ἄνθρωπος, ὅς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ.

Ἀνδρες αἱμάτων οἱ δαίμονές εἰσιν, οἱ τοὺς ἐν Χριστῷ ζῶντας ἐκχύσει αἵματος ἀποκτείναντες· οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ· οὗτοι οἱ τα αὐτῶν πρακτέα καὶ νενοημένα ποιῆσαι καὶ νοῆσαι βουλόμενοι.

Ὁντως ὁ ἄφρων ἀκράτητον ἔχει τὸν θυμὸν αὐτοῦ· οὗτος δὲ ταμιεύεται κατὰ μέρος, ἤγουν ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασι. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τοῦτο· πρὸς δὲ τοὺς σποῦ· δαίους, ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος.