Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὁ καθαίρων ἑαυτὸν ἐκ τῶν παθῶν, καὶ ἐργαζόμενος τὰς ἐντολὰς τοῦ Θεοῦ, τοῦ ψυχοτρόφου ἄρτου σοφίας καὶ γνώσεως Θεοῦ ἐμπλησθήσεται· ὁ δὲ διώκων σχολὴν τοῦ μὴ ποιεῖν τὰς ἐντολὰς τοῦ Θεοῦ, πλησθήσεται πενίας.

Οἱ νῦν ἐλεήμονες, ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ τοῦ Θεοῦ, καὶ γενόμενοι ἄγγελοι, ἄρξουσι τῶν βασκάνων καὶ πλουσίων ἀσεβῶν· τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν Κύριος, τὸ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων, κρίνοντας δώδεκα φυλὰς τοῦ Ἰσραήλ· θρόνος δέ ἐστιν ἐν ᾧ ὁ νοῦς καθέζεται, πλήρης γνώσεως πνευματικῆς, τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνἀγουσα· τὸ δὲ κρίνειν ἐνταῦθα, τὸ διδάσκειν σημαίνει· ὡς καὶ τὸ, tνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντα ὑγιῶς, ἀντὶ τοῦ, δίδασκε· ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ μᾶλλον ποιήσει τὸν βάσκανον.

Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει· οὕτω καὶ Ματθαῖον τοῦ τσλωνείου ἀπολέσας ὁ Κύριος, δικαιοσύνην αὐτῷ ἐχαρίσατο· πληθύνονται γὰρ οἱ δίκαιοι, ὅταν οἱ ἀσεβεῖς καταλείψωσι τὴν ἀσέβειαν, καὶ σὺν τοῖς δικαίοις γενήσονται δίκαιοι· στένουσι δὲ καὶ οἱ δίκαιοι καὶ ὀδυνῶνται, ὁρῶντες τοὺς ἀσεβεῖς ἐν τόπῳ τῆς ἀσεβείας ἱσταμένους, καὶ μὴ μετανοοῦντας.

Κυρίου ἐλέγχων, ἢ ὁ ἐν σκληρᾷ καρδίᾳ παραινῶν καὶ ὑπισχνούμενος συναπολαῦσαι αὐτῷ τῶν ἐν κακίᾳ· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ ἐν τῇ ὀρέξει τῶν παθῶν, ὁ ἐπὶ πάντας θάνατος, ἐπελθὼν ἐπὶ τοὺς κατʼ αὐτῶν συμπράκτορας, οὐκ ἔστιν ἴασις τῇ ψυχῇ αὐτῶν· οὐκ ἶπεν δὲ, ὅτι παυσαμένης τῆς φλογὸς σὐκ ἔσται ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασις, ὡς ἔχοττος δηλονότι τὰ τῶν παθῶν ὑπεκκαύματα, ξύλα, χόρτον, καλάμην· εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγίεια προσγίνεσθαι.

Ἐγκωμιαζομένων τῶν δικαίων ὑπὸ τοῦ Κυρίου ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, οἱ τῆς αὐτῶν μερίδος λαοὶ εὐφρανθήσονται· ὅσοι δέ εἰσιν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, οὗτοι πάντως τότε στένουσιν.