Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώσεως τοῦ Θεοῦ, τῶν πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισὶ, τοῦ Κυρίου ἐστί· γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· ἐράσθητι γάρ, φησὶ, τῆς σοφίας, καὶ τηρήσει σε· τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ.

Αἱ ἐντολαὶ, ὡς πρὸς μὲν τὸν ἐντειλάμενον Θεὸν, καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς, καλοῦνται ὁδοί· καὶ ὁ μὲν φυλάσσων, τηρεῖ ἐκ θανάτου πρὸς ζωὴν τὴν ψυχὴν ἑαυτοῦ· ὁ δὲ καταφρονῶν, τὸν ἀπέραντον θάνατον θανεῖται.

Ἐπὶ μὲν τῶν αἰσθητῶν οὕτως ἔχει· ὅσον δὲ ὁ ἥλιος τῆς σελήνης ὑπερφυὴς, τοσοῦτον ὁ ἐλεῶν τοὺς ἐν πτωχείᾳ ἀρετῶν καὶ ἀνακτώμενος αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· δόμα δὲ διδόναι τῷ Θεῷ, τὴν [*](88 v. 7. 89 v. 10. 90 v. 11. 91 v. 12. 92 v. 13. 93 v. 14. 94 v. 16. 95 v. 17.)

209
καθαρότητα τῆς καρδίας ὠνόμασε· κατὰ ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως ὑπὸ τοῦ Θεοῦ.

Ὁ λέγει τοιοῦτόν ἐστι περὶ τῶν ἐν τῷ βίῳ· ἐγὼ δὲ νομίζω, τὴν μὲν πολλὴν ζημίαν, στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων· τὴν δὲ προσθήκην τῆς ψυχῆς, ἀφανισμὸν τῶν φυσικῶν περὶ Θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν καταπεσούσης καὶ ὁ Σωτὴρ δὲ ἐν τοῖς Εὐαγγελίοις φησί· Τί ὠφεληθήσεται ἄνθρωπτος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καί ζημιωθῆ; Ενταῦθα ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν.

Εἰ φόβος Κυρίου εἰς ζωὴν ἀνδρὶ, φόβος δὲ Κυρίου σοφία καὶ παιδεία, ἡ ζωὴ τοῦ ἀνδρὸς ἄρα σοφία ἐστὶ καὶ παιδεία· τὸ οὖν γνῶναι σοφίαν καὶ παιδείαν, γνῶναί ἐστι τὸν Χριστὸν καὶ τὴν αὐτοῦ διδασκαλίαν ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν ὁ Χριστός· οἱ οὖν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ ζῶντες, οὐκ ἐπισκέπτονται ἐν αὐτοῖς τὸν φόβον τοῦ Θεοῦ, καὶ τὸ ἔλεος ἐφʼ ἑαυτοῖς μὴ ἐλπίζοντες· οὐδὲ Χριστός ἐστιν ἐν αὐτοῖς, παρὰ τὸ μὴ θέλειν αὐτούς.

Ὁ μὴ ἀρθῶς βιοὺς, κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμευος, τουτέστι τὸ σῶμα· μηδὲ ἐμπλησθῆναι ἄρτων ψυχικῶν· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ, χειρῶν ἔχουσι λόγον, αἱ τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι, τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ διʼ ἐνθέου σοφίας καὶ γνώσεως.

Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστος ἄρα ὁ θυμὸς, ἀκολάστους ποιῶν τοὺς ἀνθρώπους· καὶ ὑβριστικὸν ἡ ὀργή· γίνεται γὰρ ἀπὸ ζέοντος θυμοῦ· εἰ δὲ οἴνου οἱ Ναζαραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς Ναζαραίους ἐκτὸς εἶναι νενομοθέτηται.

Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων, ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.

Ὥσπερ ὁ ἄφρων τὸ ὄνειδος οὐκ αἰσχύνεται, οὕτως ὁ δανεισάμενος σῖτον σπεῖραι ἐν ἀμητῷ ἤδη ὅτι ἐκ τοῦ γεωργίου αὐτοῦ ἀποδοθήσεται τῷ δανείσαντι, κἂν τύχῃ ἀποθανεῖν τὸν δανεισθέντα.—Εἰ ἔστιν ἐν ἀμητῷ σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἔξ ἔτεσι τὴν ἑαυτῶν γῆν, τουτέστι παρὰ τῶν τῆς πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τοῖς ἓξ αἰῶσι λαμψάντων δικαίων καὶ προφητῶν τὰς ἀρετὰς μιμήσασθαι, τῶν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφανοὺς, εἰς τὸ ἀνταποδοθῆναι αὐτοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸν μισθὸν τῆς ἐνδείξεως τῶν ἀρετῶν, ὡς ἀπαρχὴ γεγονότες τῶν ἀρετῶν.

Οὔς κατʼ ἀρετὴν δηλονότι νεγέννηκέ τις, εἰκόνα [*](96 v. 19. 97 Matth. XVI, 26. 98 v. 23. 99 v. 24. 1 v. 1. 2 v 2. 3 v 4. 4 v. 7.)

212
καὶ μακαρισμὸν καταλείψει τοῖς μετέπειτα ὁ ἄμωμος, καὶ δικαιοσύνην ἀνατροφῆς ἕως τέλους.

Τελευτᾷν γὰρ εἶπεν ἀλλαχοῦ τὸν κακολογοῦντα ἀλλὰ καὶ Χριστός· Κοὶ ὁ τὴν Ἐκκ λησίαν κακολογῶν, στερηθήσεται τῆς πίστεως. ἥτις ἦν αὐτῷ φῶς πρὸ τῆς διαβολῆς· λέγει δʼ ἂν καὶ περὶ ταῦ ἐξωτέρου σκότους· διὸ καὶ ἐπὶ μέλλοντος εἴρηται· καὶ ὁ Χριστὸς δὲ, πατὴρ καὶ μήτηρ δύναται λέγεσθαι· πατὴρ μὲν τῶν ἐχόντων πνεῦμα υἱοθεσίας· μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· καὶ γὰρ καὶ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς, πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια· μήτηρ (10) Κορινθίων, γάλα ποτίζων αὐτούς.

Τὴν ἐκ τοῦ πονηροῦ ἐφευρεθεῖσαν ἡμῖν ἡδονὴν, ἢν μερίδα φησὶν ἐν πρώτοις, πρόσκαιρον μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερος χολῆς εὑρήσεις.