Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Τὸν βίον τὸν ὀρθὸν τοίνυν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ Θεοῦ· ὅπερ καθέδραν δυναστῶν ὀνομάζει, ἤγουν τῶν ἁγίων δυνάμεων· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον.

Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς· καὶ ἐν δυνάσταις ὁρίζει γίνεσθαί τι, καὶ ποιοῦσι· τῷ γὰρ γνῶσιν ἔχοντι θείαν, κλίνονται πάντες· ἢ ἀντιλογίας ἐνταῦθα τοὺς ἐκ τῶν δαιμόνων καθʼ ἡμῶν ἐγειρομένους λογισμούς φησι, τοὺς τῇ ἀρετῇ ἀντιπάλους, καὶ τοῦ Θεοῦ χωρίσαι ἡμᾶς σπεύδοντας· παύει δὲ ταύτας ἀφʼ ἡμῶν ὁ τῆς γνώσεως κλῆρος, καὶ τοὺς δυνάστας δαίμονας ὁρίζει ἀναχωρεῖν, ὡς κεκληρωμένος τῷ Θεῷ, ἐξ αὐτοῦ τε καὶ ἄλλων ὡς θείαν γνῶσιν ἔχων.

Ἤ τὴν ψυχὴν λέγει, ζωῆς καὶ θανάτου δεκτικὴν, ἀφʼ ὧν τὸ αὐτεξούσιον δείκνυται τῶν νῦν τε καὶ τῶν μελλόντων τοὺς καρποὺς αὐτῆς ἀπολαῦσαι καλῶν τε ἢ κακῶν.

Ὅς εὗρε σοφίαν ἀγαθὴν, εὗρε χάριτας Θεοῦ· — Ὁ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβὴς, ὡς ἐφευρετὴς αὐτῆς διάβολος.

Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμἴν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος, ὃν πένητά φησι, καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία, ἀρετή ἐστι καὶ γνῶσις Θεοῦ, διʼ ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν· εἴγε οἱ μετανοοῦντες ἄνθρωποι, χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις· οὕτω καὶ ὁ Σωτὴρ φίλους καλεῖ, τοὺς δούλους ποτὲ, τῆς μείζονος αὐτοῦ θεωρίας καταξιώσας· οὕτω καὶ Ἀβραὰμ πλουτίσας ἐν γνώσει, τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φανεῖσι φίλοις αὐτοῦ· Σαοὺλ δὲ καὶ ἀτὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γάρ· Καὶ ἀπέστη πνεῦμα Κυρίου ἀπὸ Σαούλ· καὶ πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπνιγε τὸν Σαούλ· καὶ πνεῦμα Κυρίου λέγων τὸν ἄγγελον· Ὁ ποιῶν, γὰρ, φησὶ, τοὺς ἀγγέιους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον· (9). ὅτι δὲ ἄγγελοι τοὺς ἀνθρώπους ἐμπεπίστευνται, διδάσκει ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονῆτε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· καὶ πάλιν ὁ Ἰακβ Ὁ ἄγγελός σου ὀ ῥυόμενός με ἀπὸ πάντων τῶν· κακῶν.

Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λέγους, τὸν δημιουργὸν βλασφημοῦσι, μάρτυρές εἰσι ψευδεῖς· οὐκ ἀτιμώρητοι δὲ διαμένουσιν ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνσχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετὴν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως.

Οἱ χυδαῖοι οὐ τὸ ἀξίωμα τιμῶντες ἀποδιδόασι τὸν [*](77 v. I6. 78 v. 18. 79 v. 21. 80 v. 22. 82 v. 4. I Reg. XVI, 14. Psal. CIII, 4. 84 Matth. XVIII, 10. 85 Gen. XLVIII, 16. v. 5. 87 v. 6.)

208
φόβον, ἀλλὰ κόλακες ὄντες προσωποληπτοῦσιν· ὁ δὲ ἀληθὴς ἀνὴρ οὐ κολακεύσει τὸ κακὸν, ἀλλʼ ἐλέγξει.

Πᾶς ὃς μισεῖ τὸν πτωχὸν ἀδελφὸν, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ἀγάπης Θεοῦ καὶ ἀγγέλων μακρὰν ἔσται· ἢ πᾶς ὃς ἀδελφὸν ἀρετῆς πτωχὸν ὄντα μισεῖ, καὶ τῆς πρὸς τὰ πάθη φιλίας μακρύνεται τοῦ βίου. — Ἀγαθὴν ἔννοιαν τὴν τοῦ Θεοῦ γνῶσιν ὠνόμασε, καὶ τοῖς εἰδόσιν αὐτὴν τοῖς καθαροῖς τῇ καρδίᾳ, εἴωθε τούτοις ἐγγιεῖν· ὁ δὲ πειθόμενος τούτοις εἰς μάθησιν, φρόνιμός ἐστι, καὶ εὑρήσει αὐτήν. — Ὁ πολλὰ κακοποιῶν διʼ ἔργων καὶ λόγων, τελεσιουργεῖ κακίαν, ἥ ἐστιν πᾶσα ἁμαρτία· ὃς δὲ τελεσιουργεῖ κατὰ ἀνθρώπων λόγους εἰς ἀπώλειαν, καὶ βλασφημίας κατὰ Θεὸν, οὐ σωθήσεται οὗτος.

Οὕτε ἡ κατὰ ψυχὴν τρυφὴ, οὔτε ἡ κατὰ σῶμα συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσὶ, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ πρὸς πάθη κινηθήσεται, καὶ κατὰ Θεοῦ βλασφημίας ῥίψει· εἰ καὶ ἀπὸ δούλων ἐλεύθερος, τοῦτο ποιήσει.

Εἰ ὁ καυχώμενος ὀρθῶς, ἐν Κυρίῳ καυχᾶται, ὁ δὲ Κύριος ἡμῶν σοφία ἐστὶν, ὁ καυχώμενος ὀρθῶς, ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ· ἐπέρχεται δὲ τοῖς παρανόμοις ἀπαλλάττων αὐτοὺς κακίας, νῦν μὲν ἐνδεχομένως, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀναγκαίως.

Ὁ Κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος· πρὸς δὲ τοὺς ἁμαρτάνοντας κατακαῖον καὶ ἀναλίσκον, ὡς ξύλα χόρτων καλάμην, τὴν στρατευομένην σάρκα κατὰ τοῦ πνεύματος· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πράξεως συμβαίνοντα καύσωνα.

Τὴν ἀκάθαρτον ψυχὴν, ἑταίραν ὠνόμασε· καὶ ταύτης τὸ μίσθωμα, τὴν κατάστασιν εἴρηκεν αὐτῆς, ἀφʼ ἦς οὐ καθαραὶ γίνονται προσευχαί.