Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἀνὴρ παράνομος ὁ διάβολός ἐστιν· ἀποπειρᾶται δὲ φίλους Θεοῦ, καὶ ἀπάγει αὐτοὺς ταῖς πρὸς ἀπώλειαν ὁδοῖς καὶ οὐκ ἀγαθαῖς· ὅταν δέ τινα τῶν ἀγίων ἀπατήσῃ, στηρίξει νοήματα τοῖς ὀφθαλμοῖς αὑτοῦ. καὶ λογίζεται διεστραμμένα, μή πως σωθῇ μετανοήσας ὅν ἐθήρευσε· κνίζει δὲ τοῖς χείλεσιν αὐτοῦ ἐν τοῖς ὠσὶν ἐκείνου πάντα τὰ κακὰ ἐνθυμήματα, ἀπόγνωσίν τε καὶ πᾶσαν ἡδονὴν ἀκολασίας· οὗτος κάμινός ἐστι [*](v. 25. 40 v. 28. ⁴¹ v. 29. 42 v. 30.)

197
πάσης κακίας· καὶ φλέγει ἐν αὐτῇ τὰς ψυχὰς τῶν ὀλισθησομένων· ἀλλὰ ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα Πνεῦμα θεῖον, διασυρίζον σοφίαν δρόσου· πολλαὶ δὲ ἔτι τῶν κατʼ αὐτὴν πονηροὶ ἄνθρωποι, εἰώθασι μιμεῖσθαι τὸν πατέρα αὐτοῖς διάβολον.

Κόλπους ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων· οἷμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἢ τὸν νοῦν, ἢ τὴν γνῶσιν σημαίνει· καὶ τοὺς μὲν πονηροὺς ὁ διάβολος ἐγκολπίζεται, τοὺς δὲ δικαίους ὁ Κύριος.

Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι, πᾶς ὁ ἀποστὰς τῆς κακίας διὰ τῆς ἀρετῆς, τῶν δαιμόνων ἀφρόνων ὄντων δεσποτῶν ἐκράτησεν· ὃς καὶ οἶκος μυστηρίων Θεοῦ γενήσεται. κατὰ ἀναλογίαν τῆς καταστάσεως, ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικήν· οὕτω καὶ Παῦλος τοὺς μὲν ἐν Κορίνθῳ γαλαποτίζων, τοὺς δὲ ἐν Ἐφέσῳ τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ Θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας, καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν.