Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ζωὴ ὁ Θεός ἐστι· τῆς δὲ τρισσοφαοῦς αὐτοζωῖας ἡ πηγὴ, ἡ σοφία καὶ ἡ γνῶσις καὶ αἱ ἀρεταί εἰσιν· ἐξ ἧς πηγῆς οἱ πίνοντες, ἀθανασίας μετέχουσι και ἀειζωΐας· τοῖς δὲ κεκτημένοις τὴν τοιαύτην πηγὴν, ἔννοια λόγων ζωῆς ἐστι· ἡ δὲ παιδεία ἀφρόνων, ἡ κακία ἐστίν· ἡ δὲ ἀνεξέλεγκτος παιδεία, ἡ ἀφροσύνη ἐστίν.

Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπε, παρὰ τὸ τὰ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα· ἡ δὲ καρδία τῶν σοφῶν νοεῖ τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἔν τε κρίσει σωμάτων καὶ ἀσωμάτων, καὶ ἅπερ αὐτοὶ ποιεῖν διδάσκουσι καὶ πράττουσιν.

Λόγους οἱ δαίμονες παρὰ τοῦ διαβόλου μανθάνοντες, ἐπιχειροῦσι τοῖς ἀγίοις, καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἐπινοοῦνται ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκε συνἅπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι· τὸ δʼ αὐτὸ τοῦτο καὶ ὁ Σολομῶν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκε· σκολιὸν μὲν ἄνδρα λέγων τὸν Σατανᾶν· πορευομένους δὲ λαμπτῆρας δόλου τοὺς διδασκομένους παῤ αὐτοῦ κακοὺς δαίμονάς φησι· φίλους δὲ, τοὺς ἁγίους, τοὺς διὰ τῆς γνώσεως ἀπτομένονς τῷ Θεῷ καὶ ἀλλήλοις.