Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὥσπερ ἀήττητά εἰσι, καθάπερ τὰ ὅπλα τὴν ἀσφάλειαν περιποιεῖ· οὐδὲν γὰρ πονηρὸν ἀντιστήσεται τῇ σοφίᾳ, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνην γὰρ πρὸς ταύτην ἀδυνατοῦσιν οἱ δαίμονες· τῷ δὲ ἄφρονι τά τε ὁρατὰ καὶ ἀσώματα πάντα ἐναντία.

Οἰκίας ἐνταῦθα τὰ σώματα λέγει· οἰκίαι γάρ εἰσι τῶν ψυχῶν· ὀφείλενται δὲ παρὰ τῶν τὴν θεοσέβειαν εἰδότων καὶ τὴν θεωρητικὴν γνῶσιν, οἱ παράνομοι τὴν θεσγνωσίαν μαθεῖν οὐ μόνον, ἀλλὰ καὶ πᾶσαν τῶν ζωοποιῶν ἐντολῶν· ἵνα καθαροὶ γενόμενοι, ἴδωσι τὸν Θεὸν τοῖς νοεροῖς ὀφθαλμοῖς· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος, ὅπερ πάσῃ φύσει λογικῇ τετήρηται· αἱ δὲ οἰκίαι τῶν δικαίων ἕτοιμαί εἰσιν εἰς δοχὴν πάντων, ὡς κελεύει ὁ Κύριος.

Διανοήματα νῦν εἶπεν τὰς θείας ὁράσεις καὶ τὰς ἔξεις τῶν ἀρετῶν, ἅσπερ ταῖς ὁδοῖς νοῦ θρασυκαρδίου ἀντέθεικεν· Ἀπὸ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὰ χείλη, εἶπεν ὁ Κύριος· οὐ γὰρ κακοποιῆσαι, ἀλλʼ ἀγαθοποιῆσαι ὁ ἀγαθὸς ἀνὴρ διανοεῖται· ὁ δὲ θρασυκάρδιος ὡς ἄφρων πράττων καὶ λέγων, ἐμπλησθήσεται μαστίγων, καὶ πραγμάτων ἀφαιρέσεως, καὶ τέλος τὴν ψυχὴν αὐτοῦ ἀπολέσει.

Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὖται γὰρ ἡμᾶς ἁμαρτάνοντας ἐλέγχουσιν· οἱ δὲ μισοῦντες αὐτὰς, καὶ τῇ αἰσχρότητι τῶν ἁμαρτιῶν συναποθνήσκοντες, σὺν τῷ πονηρῷ αὐτῶν ἐφευρετῇ πονηρῶς τακήσονται· ὑπὸ δὲ τῶν παριόντων τὴν κακίαν, γνωρίζεται τῆς Ἡσυχία ἐστὶν ἀποχὴ κακίας ἐμπράκτου καὶ ὁράσεων, ἢν οἱ ἀγαθοὶ ἡσυχάζουσιν· οἱ δὲ τοῦ νοὸς καὶ σώματος ὀφθαλμοὶ τῶν κακῶν, πάντα τὸν χρόνον ἐπινοοῦνται κακά.

Ὁ δὲ συνετὸς οὐκ ἔστιν ἐν ᾅδου τοῦ τῶν ἀμαρτωλῶν· ὁδοὶ ζωῆς, διανοήματα θείων λόγων καὶ ἔργων ὁ δὲ συνετὸς ἀεὶ ταῦτα ποιεῖ καὶ διδάσκει, ἵνα σὺν τοῖς μαθητιῶσιν ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.

Οἱ τὰς ἐντολὰς αὐτοῦ μὴ πράττοντες, ἐχθροὶ αὐτοῦ εἰσιν· φίλοι δὲ αὐτοῦ γίνονται ἐπὰν τοῖς δικαίοις προσδράμωσιν, ἐξομολογούμενοι τὰς πράξεις αὐτῶν τὰς πονηράς (1)· ἐξ ὧν ἐναχθέντες ὡς ἐκεῖνοι τὰς ζωοποιοὺς ὁδοὺς πορεύσονται· Παύλου κηρύξαντος, Οἵ ποτε ὄντες ἐχθροὶ, κατηλλάγησαν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἰοῦ αὐτοῦ προσεκτέον ὅτι πάντες οἱ ἐγθροὶ, διὰ τῶν δικαίων φίλοι γίνονται· ἵνα καὶ πᾶσιν τἴπῃ Χριστός· θὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φέλους.

[*](24 ita cod. v, 7. 26 v. 9. v, 14, 28 Mutth. XII, 34. 29 v. 10. v. 15. v. 24. 33 v. 28. Rom. v, 10. 34 Joan. xv, 15.)
196

Πάλιν κἀκεῖ τῆς σοφίας χρεία, ἵνα ἐξιλάσηται ἢ ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους ἄγγελος, θυμὸς τοῦ Θεοῦ λέγεται. Ὁ δὲ σοφὸς ἐν θείοις ἔργοις καὶ λόγοις, ὡς ὁμόφρων αὐτῷ ὤν, οὐ πτοηθήσεται αὐτόν.

Νοσσιαὶ σοφίας εἰσὶν αἱ Ἐκκλησίαι, ἢ αἱ ἐν τῷ οὐρανῷ σκηναί· σοφία δὲ, Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Υἱὸς. ἐστὶν. Nοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον, αἱ πρακτικαὶ ἀρεταί· δικαιοσύνη, γνῶσις, σοφία, σωφροσύνη, ἀνδρεία, μακροθυμία, ἀνεξικακία, ἀοργησία, ἐλεημοσύνη, πίστις σὺν ἐλπίδι καὶ ἀγάπῃ· διʼ ἃς ὡς κλίμακος βαθμίδας, εἰς τὰς τῆς σοφίας σκηνὰς εἰσιέναι ἀκώλυτον τοὺς ἀνιέναι καὶ οἰκῆσαι βουλομένους.