Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προεῖπεν σῶμα· καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς Εὐαγγελίοις, σῶμα τὴν ψυχὴν ὁνομάζει· Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· λύχνον μὲν εἶπε τὸν νοῦν· αὐτὸς γάρ ἐστι γνώσεως δεκτικός· σῷμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν [*](3 Psal.et. 25. 4 v. 30. 5. I Cor. VIII, 13. 6 v. 32. 7 v. 7. 8 Philip. III, 19. 9 Psal. IX, 17. 10 v. 14. 11 v. 17. 12 Malth. VI, 22. «. 3u. I Cor. vm, 13. ». 14. ««.17.)

192
μέρος τῆς ψυχῆς· ὅπερ τινὲς μὲν, ἄλογον· τινὲς δὲ, παθητικὸν μέρος καλοῦσιν. Ὁ δὲ ἐξ ὧν ἐποίει καὶ διδάσκει ἀγαθῶν, ἐντεῦθεν μὲν γνῶσιν σωμάτων καὶ ἀσωμάτων ἐν τῷ μέλλοντι δὲ βασιλείαν οὐρανῶν, περιποιεῖται ἑαυτῷ καὶ τοῖς μαθητιῶσιν· ἐξολλύει δὲ οὐ μόνον τὸ ἑαυτοῦ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν, σὺν τοῖς πειθομένοις αὐτῷ, τῷ πυρὶ συναπόλλυσιν.

Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· οὗτος δὲ σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ Θεοῦ γνώσεως προϊέμενος λόγους.

Τοῖς εἰς τὰ ἴδια σπείρουσι, καὶ πλείονα ποιοῦσιν, ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττούμενοι· οἱ γὰρ τὰ ἴδια σπείροντες, εἰοὶν οἱ εἰς τὸ πνεῦμα σπείροντες, καὶ ζωὴν θερίζοντες· οἱ δὲ συνάγοντες καὶ ἐλαττούμενοι, εἰσὶν οἱ εἰς τὴν σάρκα σπείροντες, καὶ φθορὰν συνάγοντες ἑαυτοῖς.

Σῖτος ὁ θεῖος λόγος, ὃν κατακρύψαντες οἱ Ἰουδαῖοι, κατέλιπον αὐτὸν τοῖς ἔθνεσιν. — Ὅμοιόν ἐστι τούτῳ καὶ τὸ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις λεγόμενον· τὸ, Οὐδεὶς λύχνον ἄψας, τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλʼ ὑπὸ τὴν λυχνίαν, τοῦ φαίνειν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· ὥσπερ γὰρ ὁ σῖτος τροφή ἐστι τῷ σώματι, οὕτως ἡ θεία γνῶσις τῇ ψυχῇ· ὁ δὲ τὴν τῶν ἀμφοτέρων τροφὴν ἔχων καὶ μὴ παρέχων, ἀλλʼ ὑπὲρ τούτων μισθὸν ἀπαιτεῖ τοῖς οὐκ ἔχουσι δοῦναι, ὑπολίποιτο αὐτὸν τοῖς δαίμοσιν. Γράφει δὲ καὶ δημοκατάρατον, ὅτι ὑπὸ τὸν δῆμον τῶν ἀγγίλων καὶ πάντων τῶν δικαίων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. ἐπικατάρατος ἔσται.

Τεκτονική ἐστι κατὰ πνεῦμα ἡ πρακτικὴ τῶν ἀγαθῶν ἀρετῶν ἐργασία· ὁ δὲ τὰ Θεῷ ἐποφειλόμενα πράττων, ζητεῖ θεαρέστους ἄνδρας, δεχομένους τὰ. Θεῷ ἐποφειλὰς, ἵνα ὥσπερ αὐτὸς καὶ αὐτοὶ ἐμπορεύωνται· τοὺς δὲ μὴ τὰ καλὰ, ἀλλὰ τὰ κακὰ ζητοῦντας, παρήσεται.

Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν ἐκωλύθη ὁ Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνη, ἀποβαλὼν, ἀφʼ ὧν φύεται τὸ δένδρον τῆς ζωῆς.

Μήποτε παρασιωπήσῃς ἀπʼ ἐμοῦ, φησὶν ὁ Δαυΐδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀνὴρ παράνομος παρασιωπηθήσεται ὑπὸ τοῦ Θεοῦ, τουτέστι μισηθήσεται, καὶ οὐκ ἐλεηθήσεται, ὅταν τὰ γέρα τοῖς τὴν χάριν τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ δεξαμένοις, ἀπονέμῃ. καθά φησιν ἐν Εὐαγγελίοις, Καὶ χάριν ἀντὶ χάριτος.

Πλοῦτος ἀσεβῶν κακία. Οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτοὺς, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας· τοίνυν καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἐπάνω πεντεκαίδεκα πόλεων γενόμενοι· τὴν γὰρ κληροδοσίαν τὴν οὐ ράνιον ἤν ἤμελλον ἀπολαβεῖν οἱ ἀσεβείᾳ αὑτοὺς ἐκδώσαντες, ταύτην κληρονομήσουσι δίκαιοι, καθὰ καὶ Παῦλός φησιν· [*](13 v 21, 14 v. 24. v. 26. 16 Matth. v, 15. 17 v, 27. 18 v. 2 20 Psal. xxvii, 1. 21 Joan. 1, 16. v 22. Rom. H,)

193
Κατὰ δέ τὴν σκ ληρότητά σου καὶ ἀμετανόητόν σου καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ. Ὁ δὲ ἀγαθὸς κληροδοτῆσαι ποιήσει τοὺς ὡς υἱοὺς πατρὶ πειθομένους αὐτῷ, καὶ τοὺς ἐκείνῳ 24 υἱοθετήσει τὴν τῶν οὐρανῶν βασιλείαν.