Adnotationes in Deuteronomium (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ιη΄. Καὶ ἐνετειλάμην ὑμῖν. (28) Ταῦτα λέγει τῇ φυλῇ Ῥουβεὶμ, καὶ τῇ φυλῇ Γὰδ, καὶ τῷ ἡμίσει (29) φυλῆς Μανασσῆ.

Στίχ. κζ΄, κη΄. Πλέον τῷ Μωϋσεῖ παρὰ τῷ Ἀαρὼν δίδωσι, τὸ θεάσασθαι τὴν γῆν ἐξ αὐτόπτου. Τὴν δὲ εἴσοδον οὐ δίδωσι, τῇ τῆς πίστεως ἐνδείᾳ ταύτην δίκην ἐπιθεὶς, καθʼ ἣν ἀμφοτέρους ἐκτὸς τῆς γῆς τῆς ἐπηγγελμένης μεθίστησιν ἀπὸ τοῦ βἱου, καὶ (30) δυναμένους ἀφικέσθαι, τοῦ τέλους ἅτε διὰ πίστεως διδομένου. Ὃ δὴ καὶ σύμβολον εἰς τὸν νόμον, οὐ δυνάμενον τελειῶσαι οὐδὲ τὴν ἐπαγγελίαν ἀποκαταστῆσαι, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Τιμὴ δὲ αὕτη, τὸ γνῶναι κρίσιν Θεοῦ, καὶ προγνῶναι τὴν οἰκείαν τελευτήν.

Τοῦ αὐτοῦ. Προάγει τὸν Ἰησοῦν, καὶ ἤδη μὲν ἡγιασμένον ἐκ τῆς ἀκολουθήσεως, καὶ παρὰ μονῆς (51) |Μωῦσέως, τὸ δὲ ἀρχικὸν πνεῦμα διὰ Μωῦσέως μέλλοντα κομίζεσθαι πρὸς τὸ καὶ οἰκείους ἀντʼ αὑτοῦ καταστῆσαι. Ὥσπερ καὶ Ἐλισσαῖος ἐν πνεύματι Ἠλίου παρῆν τὸ Ἠλίου πράξων ἔργον· ἐν γὰρ τῷ αὐτῷ πνεύματι τὰ αὐτὰ κατεργάζεσθαι δεῖ. Λάθε πρὸς ἑαυτὸν, ὥς φησιν ἐν τοῖς Ἀριθμοῖς, τὸν Ἰησοῦν υἱόν Ναυῆ, ἄνθρωπον ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὑτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπʼ αὐτῷ. Οὕτω καὶ οἱ ἀπόστολοι Πνεῦμα ζωοποιὸν [*](18. ὑποδεέστεροι.) [*]((29) Sic reposuimus, pro τό ἥμισυ. Ed. PATROL.) [*]((30) Forte μή pro καί.) [*]((31) Forte παραμονῆς.)

25
ἔχοντες ἀπὸ τῆς ἐμφυσήσεως τοῦ Κυρίου, πνεῦμα κομίζονται τὸ ἀρχικὸν ἐξ οὐρανοῦ καταπεμπόμενον· οὐ πνεῦμα ἐν πνεύματι, ἔτερον ἐφʼ ἑτέρου· ἀλλʼ ἐνέργειαν ἐν τῷ αὐτῷ πνεύματι, καθάπερὁ Παῦλος διδάσκει.

Στίχ. ιβ΄. Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων, ἣν ὑμεῖς ἠκούσατε.

(32)Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. Ἄλλος φησί· Δῆλον γὰρ ὅτι τοῖς τῆς διανοίας ὀφθαλμοῖς θεωρεῖ τις καὶ ἀκούει τὰ νοήματα.

(33) Φωνὴν ῥημάτων.

Ἐνταῦθα τὰ κατὰ φύσιν εἴρηκεν, ὅτι ἀκοὴ δέχεται τὴν φωνήν. Ὅσον γὰρ ἀπὸ τῆς ἀκριβείας τοῦ γράμματος, μόνη ἡ Δεκάλογος ἦν ἐν ταῖς πλαξὶ γεγραμμένη, τὰ δὲ λοιπὰ διὰ προστάγματος Θεοῦ ὁ Μωϋσῆς ἐδίδαξε

Στίχ. ιθ΄. (34 Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ἔσται.

Τῶν πετεινῶν, οἶμαι, ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις, καθαρὰ εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα.) Ἀποφάσκει τοίνυν ὁ νόμος τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἀλίαιτον, καὶ μέντοι καὶ τὸν γύπα. Διίπταται γὰρ ὑψοῦ τὰ τοιάδε, καὶ τοῖς ἀνωτάτω λίαν ἐναμβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· Νεοσσοὶ γὰρ, φησὶ, γυπὸς τὰ ὑψηλὰ πέτανται. Τοιουτωσὶ δέ πως ὁ ἐξοφρυσσάμενον (35) ἄγαν, καὶ ἐπῃρμένον ἔχων ἐν ἑαυτῷ τὸν νοῦν, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν ἠθισμένος, ἥκιστα δὲ ἀγαπῶν τὸ τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγκαταψέγει δὲ τούτοις (36) καὶ τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ· διʼ ὧν εὖ μάλα σημαίνεται τό τε ἁρπάζειν εἰδὸς καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος. Καὶ τούτων μὲν πρωτότυπος ἰκτὶν, οὐ θατέρου γε μὴν ὁ μελανώτατος καὶ βαθύς. Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς (37) οἱ δρομεῖς εἰς πονηρίαν καὶ ἀσυμφορεῖς (37·)τοῖς πολλοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς παρέχοντες μοχθηρίαν. Παραπέφυκέ πως ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι τὸ πλεονεκτεῖν ἐθέλειν· οὓς οὐ δύναται τὸ τυχὸν καὶ πολυτρόποις κακουργίαις (38) ἐκπλεονεκτεῖν εὑρήμασιν· καθαρπάζειν δὲ οὕτω καὶ τοῦτο ἀπλήστως. Ταύτῃ τοι (39) συνάπτει λέγων εὐθύς· Καὶ στρουθίον, καὶ λάρον. Ἄπληστα γὰρ οἶμαι ταυτὶ, τὸ παρεμπῖπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν, καὶ προσφορίονα, καὶ πελεκᾶνα, καὶ κύκνον. Καταγράψει δ᾿ ἂν ἐφʼ ἑαυτοῖς καὶ τάδε, καὶ τοὺς ὠμοὺς καὶ ἀγρίως ἑτέρους ἐπιβουλεύοντας, καὶ ἀσχέτως ἐπιφυομένους οἷς ἂν δύναιντο τυχόν·