Adnotationes in Deuteronomium (fragmenta e catenis)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
τεθραυσμένον, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐπιδόντα τὸν νοῦν, κατασημαίνειεν ἂν γυναικὸς μνηστεῖαι. Προσιόντι (49) γὰρ τῇ τοῦ στρατοκήρυκος φωνῇ, τῆς ἱερᾶς καὶ μαχιμωτάτης ἀποχωροῦσι πληθύος. Ἃ δὲ ἦν εἰκὸς τοὺς τοιούσδε συνειλημμένους ἐννοεῖν τε καὶ λέγειν, ταῦτα δὴ φθάσας ὁ κῆρυξ ἀναφωνεῖ. Ἢ οὐκ ἀληθὲς τούτοις (50) τὰ τοιαῦτα νομίζειν; Εἰώθασι φιλοῦντες ἐν διωγμοῖς τὸ ἀφερέπονον ἀγαπᾷν, καὶ ταῖς ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης κατακολουθεῖν σπουδαῖς, ἐννοοῦντες, ὅτι, εἴ τι γένοιτο παθεῖν ἀγωνιζομένους, οἴκων τε καὶ κτήσεων, καὶ τῶν παρὰ σφίσιν τετιμημένων ἐκπίπτουσιν ἐπιθυμιῶν.
(51) Στίχ. η΄. Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ;
Τοῦ αὐτοῦ. Ὁ τοῖς γτΐνοις ἐγκείμενος, καὶ οἰκίας οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς ἡττώμενος, ἔσται που πάντως δειλός(52) τε καὶ ἄναλκις.
Στίχ. ι΄. Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτήν.
Ὅμοιον τοῦ· Εἰς ἣν δὲ πάλιν εἰσέλθητε, ἐξετάζετε (53), τίς ἐξ αὐτῶν ἄξιός ἐστιν. Τὸ δὲ, μετʼ εἰρήνης, ὅμοιον τῷ ἀποστολικῷ· ὅτι Δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι.
Στίχ. ιγ΄. Καὶ πατάξεις πᾶν ἀρσετικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας.
Τοῦ αὐτοῦ. Μάχαιρα δὲ τοῦ πνεύματος εἴη ἂν ὁ λόγος τοῦ Θεοῦ. Καὶ τὴν μάχαιραν δὲ τοῦ πνεύματος (54), ὅ ἐστι ῥῆμα Θεοῦ, ᾧτινι οἱ θεσπέσιοι μαθηταὶ ἀπέκτεινον ἅπαν ἀρσενικὸν τῆς ἀντικειμένης δυνάμεως, ὡς Σίμωνα καὶ Ἐλύμαν τοὺς μάγους, καὶ τὰ ἰσχυρὰ δὲ αὐτῶν κατέλυον δόγματα· περιεποιοῦντο δὲ τὰς γυναῖκας, καὶ δυναμένας εἰπεῖν ψυχάς· Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν ἕως ἐπὶ τῆς γῆς· καὶ τὰ νήπια δὲ ὡσαύτως, οἷς καὶ Παῦλος γράφει· Τεκνία, μὴ ταῖς φρεσὶν νήπιοι γίνεσθε, ἀλλὰ τῇ κακίᾳ νηπιαζετε. Καὶ κτήνη δὲ, φησὶ, περιποιήσατε. Δίκαιος γὰρ οἰκτείρει ψυχὰς πηνῶν αὐτοῦ· τοὺς ἀλογωτέρους διὰ τῶν κτηνῶν αἰνιττόμενος. Κτῆνος ἦν καὶ ὁ Κορνήλιος, κατὰ τὴν ὀπτασίαν τὴν περὶ τῶν τετραπόδων φανεῖσαν τῷ Πέτρῳ.