Adnotationes in Leviticum (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. β΄. Αὗται αἱ ἑορταὶ Κυρίου. Πᾶσα ἱλαρὰ ἡμέρα, ἐν ᾗ προτέτακται (19), ὡς ἐν ἁγίᾳ τάδε τινὰ ποιεῖν παρὰ τὰς λοιπὰς ἐξαίρετα, ἑορτὴ καλεῖται. Οὐ πᾶσα δέ ἐστι πανήγυρις· ἀλλὰ κατὰ τοὔνομα, ὅτε ἐπὶ τὸ αὐτὸ συναθροίζονται πανταχόθεν. Ὥστε ἡ μὲν πανήγυρίς ἐστι καὶ ἑορτή· οὐκέτι δὲ ἑορτὴ, καὶ πανήγυρις· οἷον· Σάββατα καὶ Νουμηνίαι, ἑορταί εἰσιν· Ἄζυμα δὲ, καὶ ἡμέραι τῶν Ἑβδομάδων, καὶ Σκηνοπηγίαι οὐ μόνον ἑορταὶ, ἀλλὰ καὶ πανηγύρεις.