Adnotationes in Leviticum (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. με΄. Καὶ ὁ λεπρὸς, ἐν ᾧ ἐστιν ἀφὴ, τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκάλυπτος.

Διατί τοῦ λεπροῦ ἀκάλυπτον εἶναι κελεύει τὴν κεφαλὴν, καὶ τὰ ἱμάτια παραλελυμένα; Ἵνα γνωριστὸς ᾗ καὶ μὴ μετσλαγχάνωσι τῆς ἀκαθαρσίας οἱ προσπελάζοντες. Οὕτως ὁ Ἀπόστολος περὶ τῶν ἁμαρτανόντων ἔφη· Στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρελάβετε παῤ ἡμῶν· καὶ, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μὴ συνεσθίειν (18).