Fragmenta in Psalmos 1-150 [Dub.]
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
v. 19. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.
Οἱ τοὺς δικαίους ὡς δικαίους μισοῦντες, μῖσος ἄδικον μισοῦσιν αὐτούς.
v. 21. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.
Λέγοις δ’ ἃν καὶ ἄλλους ἀκάκους τοὺς ἐστηρημένους κακίας, ἢ τοὺς ἁπλωστέρους εὐθεῖς δὲ, τοὺς τελείους· ἢ ἀκάκους τοὺς ἐξ ἀνθρώπων, εὐθεῖς δὲ ἀγγέλους ὑπὲρ αὐτῶν.
v. 4. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Vatic. p. 638, 2.
Λεκτέον ταῦτα πρὸς τοῦς θεωροῦντας ἱπποδρομίας καὶ θέατρα, ἔτι δὲ καὶ πρὸς τοὺς γενομένους κοινωνοὺς τῶν αἱρέσεων.
v. 8. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.
Τόπος Κυρίου, εἰρήνη ψυχῆς· ἐγεννήθη γὰρ, φησὶ, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ.
v. 11. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην.
Ὁ τὴν τῆς ψυχῆς ἀπάθειαν προθύμως διαψυλάττων, ταῦτα λέγει τὰ ῥήματα.