Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 6. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

Τίς ἐστιν ὁ καταδιώκων ἔλεος; Χριστὸν Θεοῦ δύναμιν ἔμαθον καὶ Θεοῦ σοφίαν ἀπὸ τοῦ ἀποστόλου, καὶ ὅτι ἐγεννήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Αὐτὸς λέγει· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ζωὴ καὶ ἀλήθεια. Μάθετε ὅτι αὐτός ἐστιν καὶ ὁ ἔλεος ὁ διώκων· ἔμψυχος ἔλεος σε διώκει. Τοὺς ἔλαττον φεύγοντας καταλαμβάνει καὶ κρατεῖ, καὶ εἰς τὴν ἐκκλησίαν αὐτοὺς ἄγει, ἵνα ἐλεήσῃ καὶ οἰκήσωσιν εἰς τὸν οἶκον Κυρίου, εἰς μακρότητα ἡμερῶν, καὶ εἰς τὴν ἐν οὐρανοῖς ἁγίαν ἐκκλησίαν, καὶ μακρήμεροι γένωνται.

v. 1. Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Vatic. p. 637, 2.

Ταύτην λέγει τὴν οἰκουμένην, ἐν ᾗ ηὐφραίνετο συντελειωθείς.

v. 4. Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ.

Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν· ἐπῇρεν Μωϋσῆς τὰς χεῖρας, καὶ κατίσχυσεν ὁ Ἰσραὴλ, ὅτε δὲ καθῆκεν τὰς

χεῖρας κατίσχυσεν ὁ Ἀμαλήκ. Καί· Ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καί· Ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή. Εἴποιμι ἂν οὖν ὅτι αἱ χεῖρες ἡμῶν αἱ πράξεις ἡμῶν εἰσιν, αἱ κατὰ θεοσέβειαν· ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, ἔχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Θεὸν, καὶ νικῶμεν τὸν ἐχθρόν. Ὅταν δὲ ἡμῶν αἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Ὅταν οὖν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν, καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπ’ ἐμοῦ ὁ Ἀμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν· οὐκοῦν δεῖ ἐπαίρειν χεῖρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ· ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ. BB. 637.

v. 10. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος τῶν δυνάμεων.

Εἰκότως ἡ Παντοκράτωρ φωνὴ τοῦ Σωτῆρος κατηγορηθείη· εἰ γὰρ πάντα δι’ αὐτοῦ γέγονεν, καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ τε προνοητικῶς τῶν δι’ αὐτοῦ πάντων γεγενημένων, καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται· αὐτοῦ γοῦν ἐστιν πρόσωπον λέγον ἐν Ζαχαρίᾳ· Οὕτως λέγει Κύριος Παντοκράτωρ· Ὀπίσω δόξης ἀπέστειλέ με, καὶ γνώσῃ ὅτι Κύριος Παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ. Παντοκράτωρ γὰρ ὑπὸ Παντοκράτορος ἀποστελλόμενος ὁ Υἱός ἐστιν, ὑπὸ Πατρὸς πεμπόμενος. Ἀριδηλότατα δὲ ἐν τῇ Ἰωάννου Ἀποκαλύψει, Παντοκράτωρ ὁ Σωτὴρ λέγεται. Τάδε γὰρ λέγει Κύριος, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινὸς, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος Κύριος, ὁ Θεὸς ὁ Παντοκράτωρ. Ἀναμφισβητήτως ταῦτα περὶ τοῦ Υἱοῦ εἴρηται.

v. 4. Μνήσθητι τῶν οἰκτιρμῶν σου. Vatic. p. 638, 1.

Ὅποιος γάρ πότε, ἐὰν ᾖ ὁ ἄνθρωπος, ἐλέου χρῄζει τοῦ ἀπὸ Θεοῦ.