Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

Ὑπόθεσις. Ἅλλ’ ἐπειδὴ τὸ μὴ δεῖν ἀσεβεῖν ἐν τῇ ἀρχῇ τοῦ μακαρισμοῦ προετάχθη, τὸ δεύτερον ἔπος [τὰ] ἔξω τῆς ἀσεβείας γενόμενα ὑποτίθεται, τὸ εὐαγγελικὸν προαναφωνῆσαν μυστήριον· ὥστε τρόπον τινὰ ἐπιγραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον εἶναι· λέγει γὰρ τὴν διὰ σαρκὸς ἐκεῖ γέννησιν τοῦ σήμερον μὲν γεννηθέντος δι’ ἡμᾶς Χριστοῦ (χρόνου δὲ μέρος ἐστὶ τὸ σήμερον), ἀεὶ δὲ ἐκ τοῦ Πατρὸς. καὶ ἐν τῷ Πατρὶ ὄντος Υἱοῦ καὶ Θεοῦ· τήν τε βασίλειαν [λέγει] ἐπὶ τῶν ἀβασιλεύτων, οἱ διὰ τὸ μὴ δουλεύειν Θεῷ ἐπ’ ἔθνεσιν ἧσαν κατειλεγμένοι. Vatic. p. 625, I.

v. 3. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.

Τὰ γὰρ ἔθνη τοῖς ἰδίοις ἁμαρτήμασι περισφίγγεται οὐκ ὄντα ἐλεύθερα· διό φησιν ὁ Χριστὸς, ἢ πρὸς τοὺς αὐτῷ διακονοῦντας ἀγγέλους, ἢ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ πρὸς τοὺς ἀποστόλους τοὺς ὑπηρέτας τοῦ εὐαγγελίου, ταῦτα παρακαλῶν, αὐτῶν διασπᾶν τοὺς δεσμούς. Οἱ μὲν λαοὶ σωματικῶς τυγχάνοντες ὑπὸ τὸν τοῦ νόμου ζυγὸν, τοῦ δικαιώματα περιέχοντος οὐ καλὰ καὶ προστάγματα οὐ καλὰ, προσαγόμενοι δὲ διὰ τοῦ Χριστοῦ τῷ πνευματικῷ νόμῳ, τῷ τὰ καλὰ δικαιώματα ἔχοντι καὶ προστάγματα, ἀποτίθενται τὸν βαρὺν τοῦ ἀποκτείνοντος γράμματος ζυγὸν, τοῦ Σωτῆρος λέγοντος πρὸς τοὺς προειρημένους συνεργοὺς τό· Ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν, ἤτοι ἀφ’ ἑαυτῶν ποιήσωμεν τοῦτον, μὴ περιμείναντες τῶν βαρουμένων τὴν δέησιν. Ἢ ὡς καὶ αὐτὸς ὑπὸ τὸν νόμον γενόμενος (ἐγράφη γάρ· καὶ περιεττμήθη, καὶ τοῖς σάββασιν αὐτῶν ἠκολούθησεν) τουτέστιν, ἀπ’ ἐμοῦ καὶ τῶν πειθομένων, ἤγουν τὸν ζυγὸν αὐτῶν ἡμέτερον βάρος ἡγούμενοι, διὰ τὴν πρὸς αὐτοὺς ἀγάπην, αὐτὸν ἀποῤῥίψωμεν· ταῦτα μὲν οὖν περὶ ἀνθρώπων, τῶν τε ἀπὸ ἐθνῶν καὶ τοῦ λαοῦ.

v. 4. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.

Τὸ δέ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, πρὸς τοὺς βασιλεῖς τῆς γῆς, οὓς ὁ ἐν οὐρανοῖς ἐκγελάσεται Κύριος, φρόνημα γήϊνον ἔχοντας, καὶ μὴ νενομηκότας τὴν περὶ ἐνανθρώπησιν τοῦ Σωτῆρος σοφίαν.

Ἐκμυκτηριεῖ δὲ καὶ τοὺς ἄρχοντας. Ἔπρεπε δὲ φῆσαι τῷ Υἱῷ τοῦ Θεοῦ· ὡς εἰ καὶ τὰ ἔθνη ἐκρύαξαν, καὶ οἱ λαοὶ ἐμελέτησαν κενὰ, ἡμεῖς δὲ τῶν μὲν τοὺς δεσμοὺς διαῤῥήξωμεν, τῶν δὲ τὸν ζυγὸν ἀποῤῥίψωμεν, ἐπεὶ μηκέτι δέχονται τὴν θεραπείαν ῥαδίως. Οὐ γὰρ ἔθελον εἴσω τῆς ἱερᾶς σαγήνης γενέσθαι, περὶ ἧς γέγραπται· Ὅμοιός ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν τῇ σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν.

v. 5. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ.

Ὀργή ἐστι Θεοῦ κόλασις ἐπίπονος ἐπὶ τῷ συμφέροντι τοῦ ἡμαρτηκότος. καὶ Ἀλλὰ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργὴν Θεοῦ πειραθήσονται, καὶ τῷ θυμῷ αὐτοῦ ταραχθήσονται πάντες οἱ τοῦ σωτηρίου Λόγου πολέμιοι. Οὐκ εἶπε δέ· κολάσει αὐτοὺς, ἀλλὰ λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὑτοῦ· μετανοοῦντας γὰρ οὐκ ἐκόλασε, καθάπερ τοὺς Νινευΐτας. Ἀπειλεῖ γὰρ ἐπὶ σωτηρίᾳ Θεὸς, ἔφη, καὶ τοῖς Νινευΐταις ἔπεμψεν Ἰωνᾶν.

v. 7. Ἐγὼ σήμερον γεγέννηκά σε.

Ἀεὶ τὸ σήμερον καλεῖται.

v. 8. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου.

Τούτων τὰς βασιλείας ἔδειξεν ὁ διάβολος τῷ Σωτῆρι καὶ τὴν δόξαν ἐν στιγμῇ χρόνου.

v. 12. Δράξασθε παιδείας.

Παιδεία ἐστὶ μετριοπαθεία παθῶν· ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς· ἤ γε πρακτική ἐστι διδασκαλία πνευματικὴ, τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα.