Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 1, 2. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Vat. B. p. 625, I.

Μακάριος οὖν ὁ τὰ ὄντως ὄντα ποθῶν. Ἀλλὰ πῶς ἐν ἀναιρέσει κακῶν ὁ μακαρισμός; κοινὸν γὰρ καὶ τῶν ἀψύχων καὶ τῶν ἀλόγων ἡ τῶν κακῶν ἀποχή· διὰ τοῦτο τοίνυν ἐπήγαγεν· Ἀλλ’ ἡ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ. Τοῦτο γὰρ οὐ μόνον πέφυκεν λογικοῦ, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀναλήψεως καταρχὴ, τῶν κακῶν ἡ φυγή. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ὡς γὰρ ἐπὶ τῆς κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕτως ἐπὶ τῆς κατὰ Θεὸν προκοπῆς, ὁ χωρισμὸς τοῦ κακοῦ. Ἀλλὰ καὶ ὅλως δὲ πᾶσα ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐμαρεστέρα, ὅποιον τό· Οὐ μοιχεύσεις, οὐ

πορνεύσεις, καὶ τὰ ἑξῆς, ἀργίας ἑκάστου καὶ ἀκινησίας δεῖται. Τὸ δέ· Ἀγαπήσεις τὸν πλησίον σου, καί· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καί· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο, ψυχῆς ἥδη νεανικῆς καὶ ἀθλητῶν ἐνεργήματα. — Εἰ γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νῦν δὲ τοῖς εὐληπτωτέροις σε προεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς· ὥσπερ ἐνεργήματά ἐστιν ἀθληταῖς πρέποντα, ψυχῆς ἤδη νεανικῆς δεόμεθα πρὸς κατόρθωσιν· ὥστε θαύμασον τὴν σοφίαν τοῦ διὰ τῶν εὐμαρεστέρων καὶ εὐληπτοτέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. — Ἔστιν ἁμαρτωλῶν ὁδὸν, τὸν διάβολον εἰπεῖν· ἐν ᾖ ὁ γενόμενος, μὴ ἐμμενέτω, κατὰ τό· Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν. Ὁ γὰρ μὴ στήσας ἐν αὐτῇ, πρὸς Κύριον ἥξει, τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδὸς, ἐν ᾖ γινόμενος, καὶ κατὰ σκοπὸν δραμὼν, τεύξεται τῶν βραβείων.

Ἀσεβῶν, τῶν τὸν Θεὸν ἀγνοούντων.

Ἐπὶ καθέδραν, τὴν κακῶν ἐργασίαν, κατὰ διάδοσιν γενομένην.

Ἀλλ’ ἢ ἐν τῷ νόμῳ, τῷ εὐαγγελικῷ δηλονότι.

Μελετήσει, τῷ βουλεύματι αὐτοῦ.

v. 3. Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὁ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἄν ποιῇ κατευοδωθήσεται.

Ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεοπνεύστῳ γραφῇ. — Ὁ δὲ Ἀκύλας τὸ μεταπεφυτευμένον ἐξέδωκε· ἐῤῥιζόμενος γὰρ τῶν πατριαρχῶν ῥίζαις, μεταπεφύτευται εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταφυτεύεσθαι λαμβανομένης,

ἣ καὶ διὰ τὴν ψυχὴν εἴρηται τοῦ Σωτῆρος μεταφυτευθεῖσα ἔνθεν εἰς τὸν παράδεισον. Ἔφη γὰρ τῷ λῃστῇ· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ.

Διεξόδους δὲ ὑδάτων, τὰς θείας γραφὰς, ἐν αἷς ἀπανταχοῦ ἔστιν εὑρεῖν Χριστὸν κηρυσσόμενον.

Τὸν καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρθὴν πίστιν.

Φύλλα δὲ αὐτοῦ, τὴν πλήρωσιν τῶν ἐντολῶν. Ἔλεγε δέ τις τῶν ἁγίων, φύλλα εἶναι τῶν ἀσκητῶν τὴν ταπεινοφροσύνην, σκέπουσαν αὐτῶν τοὺς καρποὺς, καὶ μηδέποτε πίπτουσαν. — Κατευδωθήσεται· οὐ γὰρ ἔστι πρᾶξις τῶν κατὰ Θεὸν γενομένων ἀνωφελής.

v. 4. Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως.

Τίνες προτιθέασιν δεύτερον τὸ οὐχ οὕτως οὔτε δὲ τὸ ἑβραϊκὸν ἀνεδίπλωσε τὴν λέξιν, οὔτε τις τῶν ἑρμηνευσάντων ἐχρήσατο ἐπαναλήψει τῆς χρήσεως.

v. 5. Διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει.

Εἰπὼν, οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς, εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν.

v. 6. Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

Τὸ γινώσκει, ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ πρὸς Μωϋσῆν· Γινώσκω σὲ παρὰ πάντας, καὶ ηὗρες χάριν παρ’ ἐμοί. Σημειωτέον καθολικῶς ὅτι καλὸν μόνον γινώσκεται ὑπὸ Κυρίου· καλὸν γὰρ ὁδὸς δικαίων·

ἀλλὰ καὶ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ καὶ ὁδὸν δικαίων, εἰπών· Ἐγώ εἰμι ὁδός. — Ὁδὸς δὲ ἀσεβῶν, ἣν ὁδεύουσιν οἱ κακολογοῦντες δημιουργὸν, ὁμοιούμενοι χνῷ ἀπὸ ἀνέμου ἐκριπτομένῳ· διὸ τῆς ἐν κρίσει ἀναστάσεως οὐκ ἀξιοῦνται, ὡς οὐδὲ οἱ ἁμαρτολοὶ δικαίων βουλῆς. Δικαίων μὲν γὰρ ὁδὸς ἀξία γνώσεως οὖσα Θεοῦ, γινώσκεται ὑπ’ αὐτοῦ· ὁδὸς δὲ ἀσεβῶν ἀπολεῖται, ὡς οὐ γινωσκομένη ὑπὸ Κυρίου. — Εἰπὼν δὲ τὴν ὁδὸν τῶν ἀσεβῶν ἀπόλλυσθαι, διωρθώσατο τὰς τῶν αἱρετικῶν ὑπονοίας, οἰηθέντων τὰς οὐσίας αὐτῶν εἰς τὸ μὴ ὄν ἀφανίζεσθαι, ἐκ τοῦ εἰρῆσθαι· ἀλλ’ ἢ ὡσεὶ ὁ χνοῦς, ὅν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς· ἀπολομένης γὰρ τῆς ὁδοῦ, ἀνύπαρκτος ἡ ἀσεβεία γίνεται, τῶν οἷς συμβέβηκε καταλειπομένων.