Fragmenta in Psalmos 1-150 [Dub.]
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
v. 8. Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς.
Ὠρ. Ζητητέον πότερον ἀπὸ κακίας ἐπιστρέψειεν ἐπὶ τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά· καὶ τάχα τὰ δεύτερον· τὸ γὰρ πρότερον, ἡ ἐντολὴ πέφυκεν ποιεῖν νόμον, τὸν εὐαγγελικὸν δηλονότι, ὡς ἤδη δὲ ἀπὸ τῶν προειρημένων στοιχείων παιδαγωγηθέντες οἱ ἐξ ἐθνῶν, ἕνα εἶναι τόν δημιουργὸν, διδάσκονται λοιπόν καὶ τὸν εὐαγγελικὸν νόμον, ὡς καὶ ἐπέστρεψε τῶν ἐθνῶν ἁπάντων τὰς ψυχὰς εἰς τὴν ἀλήθειαν. — Διὰ τὴν ἐνάπειρον περὶ ἡμᾶς ἀγάπην αὐτοῦ, οὔτε πόρνον, οὕτε λῃστὴν παρατρέχει, τοὺς ἄγαν αὐτοῦ φυγόντας τὴν ἀγάπην, καὶ εἰς τὰ ἔσχατα τῆς ἁμαρτίας φθάσαντας.
v. 10. Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό.
Ἀναγκαῖον τοῖς δύο στίχοις τοῖς προτέροις τόν τρίτον προσέθηκε· τὰ γὰρ τοῦ Θεοῦ κρίματα, τοῖς μὲν ἁμαρτάνουσι καὶ παραβάταις φοβερὰ καὶ ἀποζητητέα καθέστηκεν· τοῖς δὲ ἐργαζομένοις τοῦ Θεοῦ τὸν νόμον καὶ φυλάττουσι παντὸς πλούτου τιμιώτερα, διὰ τὴν ἐλπίδα τῆς ἀμοιβῆς, ἀλλὰ μὴν καὶ πάσης ἡδονῆς γλυκύτερα φαίνεται.
v. 12. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
Σαφῶς ἡμῖν καὶ τοῦτο δεδήλωται ἐν τῷ προλαβόντι ψαλμῷ, ἀληθινὰ καὶ δίκαια παρὰ τοῦ ἀληθοῦς Θεοῦ καὶ δικαιοκρίτου δεδικαιωμένα λέγεται· ἐπὶ τὸ αὐτὸ δέ ἐστιν κατὰ τὸν αὐτὸν λόγον· ᾧ γὰρ λόγῳ ἐστιν ἀληθῆ, τούτῳ τυγχάνει καὶ δίκαια. — Εἰ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ὁ μὴ φυλάσσων, οὐ δοῦλός
σου. Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ, ὁ ἐπιθυμῶν οὐκ ἄλλο τι ἡ αὐτά· διὸ ἔχει ἀνταπόδοσιν τῶν ἐπὶ Θεοῦ μελλομένων πολλήν.