Fragmenta in Psalmos 1-150 [Dub.]
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
v. 49. Ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων.
Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης εἰ δὲ ἐχθροὶ ἡμῶν ὀργίλοι εἰσιν, οἱ ἐχθροὶ ἡμῶν ἄρα θυμωδεῖς εἰσιν· θυμὸς γὰρ αὐτῶν, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ’ ἡμᾶς.
v. 3, 4. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Vatic. p. 634, 2.
Εὐσεβίου. Νὺξ καὶ ἡμέρα τεταγμένα μέτρα τυγχάνοντα τῆς κατὰ καιρὸν ὑποχωρήσεως, κατά τε μείωσιν καὶ αὔξησιν, καὶ τὴν πρὸς ἄλληλα διὰ παντὸς ἀναλογίαν φυλάττοντα, κηρύττει διὰ τῶν ἔργων τὸν ἀμφότερα διαστήσαντα· οὖ γὰρ ἐν τοῖς κατὰ τύχην τὸ διηνεκὲς, καὶ ἀσύγχυτον, ἀλλὰ σοφίας ἔκγονος ἁρμονία. Αἱ δὲ τῶν λόγων αὐτῶν φωναὶ οὐκ εἰσὶ τῶν μὴ ἀκουομένων· πανταχοῦ γὰρ τῆς οἰκουμένης διὰ τῆς θέας ἀκούονται οὐρανῶν τε βλεπομένων, καὶ νυκτὸς καὶ ἡμέρας. Προσεχρήσατο δὲ τοῖς ῥητοῖς τούτοις ἐπὶ τῶν ἀποστόλων ὁ Παῦλος διὸ καὶ ἀορίστως ἔφη, ἀλλ’ οὐχ ὡς εἴωθεν ἐπὶ τῶν προηγουμένων λέγειν· Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ. Καὶ πάλιν· Καθὼς προείρηκεν Ἡσαΐας. Καὶ πάλιν· Καθὼς γέγραπται. Καὶ αὖθις· Λέγει γὰρ ἡ γραφή. Σύμμαχος δὲ σαφέστερον ἐξέδωκεν· Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ ῥήσεσιν, οὐδὲ
λόγοις, ὧν οὐκ ἀκούονται φωναὶ, ἀλλ’ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ἦχος. Ἢ κατὰ τὸν Ἀκύλαν· Ὁ κανὼν αὐτῶν, οὐδὲ γὰρ λόγον οὐδὲ φωνὴν ἀφιεῖται· Τὸν κανόνα δὲ καὶ τὴν οἰκείαν τάξιν ὑποδεικνῦσαι, πᾶσαν γῆν καὶ θάλατταν εἰς τὴν θείαν ὑμνῳδίαν καλοῦσιν. — Ἡμέρα δὲ τῆς ἀναστάσεως τῇ ἡμέρᾳ τοῦ σταυροῦ ἐρεύγεται ῥῆμα, πῶς ὁ ἐν ἐκείνῃ σταυρωθεὶς, ἐνταῦθα ὡς Θεὸς ἀνέστη, καὶ τοὺς νεκροὺς ἀνέστησεν. Καὶ νὺξ ἡ πρὸ τοῦ σταυροῦ γενομένη τῇ νυκτὶ τῆς τοῦ Χριστοῦ παραδόσεως τοιαύτην ἀναγγέλλει γνῶσιν, πῶς ἐν ἐκείνῃ δειλιῶν καὶ προσευχόμενος, ὕστερον δὲ καὶ παραδοθεὶς, ἐν ταύτῃ τῶν στοιχείων δεσπότης, ὥστε καὶ νύκτα κατὰ τὸ μέσον ἐπαγεῖν τῆς ἡμέρας, ἀποδέδεικται.v. 6. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. Ἀθανασίου.
Παστὸν τὴν Παρθένον ἐκάλεσεν, ἐξ ἦς ὁ νυμφίος Χριστὸς ἐπορεύετο, παντὸς ῥύπου καθαρὸς, ἀπὸ καθαρᾶς παστάδος προερχόμενος. Παστὰς δὲ τοῦ Χριστοῦ ἡ ἁγία Παρθένος, ἐπειδὴ χωρὶς ἀνδρὸς τεκοῦσα, νυμφίον ἔσχεν εἰκότως τὸν τικτόμενον αὐτὸν, ἀοράτῳ δυνάμει τὸν τόκον ἐνεργήσαντα. — Γίγας ἑρμηνεύεται ἐπιπίπτων, λαμβάνεται δὲ εἰς τόν Κύριον· αὐτὸς γὰρ ἠγαλλιάσατο κατὰ τὸν καιρὸν τῆς οἰκονομίας, τὴν ἡμετέραν σωτηρίαν πραγματευόμενος, καὶ ἐπέπεσε ταῖς δαιμονικαῖς φάλαγξι, καταργήσας αὐτῶν καθ’ ἡμῶν δυναστείαν. Ὁδὸν δὲ τὴν τοῦ Κυρίου ἐνανθρώπησιν νόησον, ἐν ἡ καθάπερ γίγας διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ σταυρῷ καὶ τῷ θανάτῳ πεπραγμένην ἀγαλλιώμενος ἔτρεχεν. Ἀρτίως ἠγαλλιάσατο ἐν τῷ εὐαγγελίῳ διὰ τὴν εὕρεσιν τοῦ ἑνὸς προβάτου. Εἴασε γὰρ τὰ ἐννενήκοντα
ἐννέα πρόβατα τὰ μὴ πλανηθέντα, τουτέστι τὰς ἀγγελικὰς δυνάμεις, ἐπὶ τὰ ὄρη, τουτέστιν ἐν τοῖς οὐρανοῖς, καὶ ἦλθεν ἐπὶ τὸ πεπλανημένον πρόβατον, καὶ εὑρὼν αὐτὸ ἠγαλλιάσατο· ἢ ἔδραμε τὴν ἐπ’ οὐρανοὺς ὁδόν ἀγαλλιῶν, εἴτε ἀπὸ γῆς εἰς τὰ καταχθόνια ἔδραμε.