Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Εἶτα ὁ σωτὴρ ἐπὶ τούτοις ἀπὸ τῆς γραφῆς αὐτοὺς δυσωπεῖ, νομίζοντας εἶναι καὶ οἰκοδόμους τοῦ λαου, ὅτι λίθον αὐτὸν ὄντα καὶ ἀποδοκιμασθέντα ἀπ᾿ αὐτῶν ὁ πατὴρ θήσει τῆς ὅλης οἰκοδομῆς κεφαλήν, συνέχοντα δύο γωνίας παλαιᾶς καὶ καινῆς διαθήκης καὶ δύο λαῶν οἰκοδομάς. τοιοῦτον γάρ ἐστι τὸ οὐδέποτε ἀνέγνωτε ἐν τοῖς γραφαῖς· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· [*](2ff Vgl. Joh. 11,51 - 7 Vgl. Rora. 3, 2 - 11ff Vgl. Hier. in Matth. 173 A: quos enim supra operarios et vinitores et agricolas appellarat, nunc aedificatores id est caementarios vocat) [*](5 <προφητεύσαντι> Koe, vgl. 26 <εἰς> κεφαλήν Koe, vgl. lat. Ζ. 33 28/29 οἰκοδομήν Koe, vgl. lat.) [*](1 aut enira] I. etenim ? KI 7 ab eis y Pasch < L 15 factus est hic] factura est hoc L 25 26 conlocabit locabit Kl, vgl. gr. conlocavit x)

v.10.p.616
παρὰ κυριου εγενετο αυτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; κεῖται δέ ἡ λέξις ἐν τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ Ψαλμῷ, ὅς ἐστι πρὸ τοῦ πολυστιχωτάτου Ψαλμοῦ τεταγμένος, καὶ ἔχει οὕτως τὸ ῥητόν· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας · παρὰ γυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ«. καὶ εἴ τι ἄλλο τῶν περὶ Χριστοῦ προφητευομένων δύναται δυσωπῆσαι τὸν ἀγνωμόνως ἐξετάζοντα τὰ γεγραμμένα, καὶ τοῦτο ἐν αὐτοῖς ἂν ταχθείη. εἰ εἰ μὴ περὶ λίθου ὁ προφήτης ἀναισθήτου ταῦτα λέγει, ὡς εἴποι τις ἂν ἠλίθιος ἀνήρ, δῆλον ἂν εἴη ὅτι ὁ ἀποδεδοκιμασμένος ὑπὸ τῶν ἐν τῷ λαῷ ἐκείνῳ σοφῶν καὶ ἀρχιερέων καὶ πρεσβυτέρων καὶ γραμματέων Ἰησοῦς, οὗτος ἀληθῶν ἐγένετο ὡς κεφαλὴ ἐκκλησίας εἰς κεφαλὴν γο)νίας, ἑνῶν καὶ ἐπὶ τὸ αὐτὸ συνάγων τὰς δύο διαθήκας. καὶ ἔστιν αὕτη ἡ κεφαλὴ δῶρον παρὰ κυρίου τῇ ὅλη οἰκοδομῇ δεδο. μένη καὶ θαυμαστὴ κεφαλὴ ἐν ὀφθαλμοῖς ἡμῶν, δυναμένων αὐτὴν βλέπειν. καὶ τοῦτο, τοῦτο, ἐπεὶ ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοῦτον θον, ἤρθη μέν ἀπὸ τῶν γεωργῶν ἐκείνων καὶ τῶν οἰκοδόμων ἐκείνων [*](7 Ps. 117, 22—24) [*](2. 10 ἔστη H 16 ἀγνωμόνως Elt Kl εὐγνωμόνως MH)
v.10.p.617
»τὰ λόγια τοῦ θεοῦ«, ἐν οἷς ἦν ἡ βασιλεία τοῦ θεοῦ ἐδόθη δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. εἰ δὲ ἀληθὲς τὸ <ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ> δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλονότι οὐδενὶ τῶν μὴ ποιούντων τοὺς καρποὺς τῆς τοῦ θεοῦ βασιλείας δίδοται ἡ τοῦ θεοῦ βασιλεία· οὐδενὶ γὰρ βασιλευομένῳ ὑπὸ τῆς ἁμαρτίας δίδοται ἡ τοῦ θεοῦ βασιλεία. Ἀλλ᾿ ἐρεῖ τις πῶς, εἰ μηδενὶ δίδοται ἡ τοῦ θεοῦ βασιλεία τῷ μὴ ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἐδόθη ἐκείνοις ἡ τοῦ θεοῦ βασιλεία ἀφ᾿ ὧν ἤρθη, κατὰ τὸ εἰρημένον· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ; καὶ πρόσχες εἰ δυνάμεθα, ὡς ἐν τηλικαύτῃ δυσχερείᾳ ὄντες οὐ πάνυ τι εὐαποδότου προβλήματος, ἐπιστήσαντες τῇ διαφορᾷ τῶν εἰρημένων περὶ τοῦ ἀμπελῶνος πρότερον καὶ περὶ τῆς βασιλείας τοῦ θεοῦ δεύτερον, ἐπιλύσασθαι τὸ ζητούμενον. [*](1 Vgl. Röm. 3, 2) [*](4 <ἀρθήσεται—καὶ> Kl nach Koe, vgl. lat. 19 μὴ < Μ 20/21 ἡ τοῦ θεοῦ βασιλεία ἐκείνοις H 25 δυσχερία Η | ὄντες Koe οὕτως Μ H) [*](7 aliis etc.] lat. setzt fälschlich an die Stelle des Schlusses von Matth. 21, 43 den Schluß von Matth. 21, 41 Koe 20 et < Pasch)
v.10.p.618
οὐκ εἴρηται δὴ περὶ τοῦ ἀμπελῶνος ὅπερ εἴρηται περὶ τῆς βασιλείας τοῦ θεοῦ. περὶ μὲν γὰρ τοῦ ἀμπελῶνος κατὰ τὸ πρότερον γέγραπται ὅτι ἐξέδοτο αὐτὸν γεωργοῖς . περὶ δὲ τῆς βασιλείας τοῦ θεοῦ ὅτι δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἦν δ’ ἂν ἄλυτον τὸ κατὰ τὸν τόπον εἰ, ὥσπερ ἐξέδοτο αὐτὸν γεωργοῖς γεγραμμένον > ἐπὶ τοῦ προτέρου, οὕτως εἴρητο καὶ περὶ τοῦ δευτέρου • ἐκδοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, καὶ εἰ, ὥσπερ εἴρηται περὶ τῶν δευτέρων ’ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, εἴρητο καὶ περὶ τῶν προτέρων ὅτι ἔδωκεν αὐτὸν γε γεωρηοῖς. καὶ ταῦτα μέν ἡμεῖς εἰς τὸν τόπον ἐπηπορήσαμεν καὶ τὸ φανέν ἡμῖν εἰρήκαμεν· ὁ δέ βέλτιον δυνάμενος καὶ [*](4 πρότερον οὐ γέγραπται ὅτι καὶ ἔδωκεν αὐτὸν γεωργοῖς, ἀλλὰ> 12 <ἦν> Koe 15 — 18 καὶ — αὐτῆς <Η) [*](4f. 10ff [aut —tradidit] Kl, Er. des Ubersetzers 8. 12 ff aliis colonis] vgl. zu S. 617, 7 9 enim] 1. autem Koe, vgl. gr. 12 locabit Kl, vgl. gr. locavit x (aut tradidit hier an die bereits Verfälschte Lesart locavit angefiigt) 12f colonis aliis y 21 <quod> μ < X Pasch 22 ff [et ditur] u. [tradidit aut] Kl 25 et] aut B vel Pasch)
v.10.p.619
νοεῖν καὶ λέγειν, ἐκεῖνος ἡμῶν μἀλλον ἀκουέσθω.

Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· καὶ ζητοῦντες κρατῆσαι αὐτὸν ἐφοβήθησαν τοὺς τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον. (Matth. 21, 45 —46.)

Ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ , ὧν τῆς μέν ἑτέρας ἀρχὴ ἦν · »ἄνθρωπὸς τις εἶχε τέκνα δύο«, τῆς δέ λοιπῆς· »ἄνθρωπος ἦν οἰκοδεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα«, ἔγνωσαν ὅτι Περὶ αὐτῶν λέγει κατὰ μὲν τὴν ἑτέραν παραβολὴν ὅτι εἶπεν ὁ δεύτερος υἱός · »ἐγὼ κύριε, καὶ οὐκ ἀπῆλθε«, κατὰ δέ τὴν λοιΠὴν ὅτι, ἐπεὶ εἴρηται αὕτη κατὰ τὰ λελεγμένα κατὰ τῶν ἁμαρτανόντων προτέρων γεωργῶν, <ὁ Ἰησοῦς εἶπε> ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«. καὶ γνόντες ὅτι περὶ αὐτῶν λέγει, ἐζήτησαν μὲν αὐτὸν κρατῆσαι καὶ ποιῆσαι αὐτῷ ὅτι ποτ’ ἂν δυνηθῶσιν · οὐκ ἠδυνήθησαν δέ, ἐπεὶ μὴ οἶοί τε ἦσαν ὑπομεῖναι ὄχλων ὁρμὴν τῶν [*](14 Matth. 21, 28 — 15 Matth. 21, 33 — 19 Matth. 21, 30 — 23 Matth. 21, 43) [*](4 τὸς] bis scr. H 7 κρατῆσαι αὐτὸν] eum tenere lat. vgl. Ζ. 28 u. S. 622, 17 23 <ὁ Ἰησοῦς εἶπε> nach Hu Lo 24 ἡμῶν H) [*](6 diceret B 8 sicut] lat. las ὡς Koe, vgl. S. 622, 21 (lat.))

v.10.p.620
ἐχόντων τὸν Ἰησοῦν εἰς Προφήτην. κοὶ ὅσοι γε ἐπιβουλευτικῶς βούλονται κρατῆσαι τὸν λόγον, ἵν᾿ ὡς κεγρατημένον παρ᾿ αὐτοῖς καθέλωσιν αὐτόν, οὗτοι οὐκ ἄv ποτε κροτήσαιεν <οὔτε θανατώσαιεν> αὐτόν, τῶν ὑπέρ οὐτοῦ ὄχλων προφήτην τινὰ τοῦ θεοῦ αὐτὸν ὑπολομβονόντων, περισπώντων τοὺς βουλομένους αὐτὸν κρατεῖν κοὶ ἐπιβουλεῦσαι αὐτῷ.

Μετὰ ταῦτα ἰστέον ὅτι τῶν ζητούντων κρατεῖν τὸν Ἰησοῦν διαφοραί εἰσιν. ἄλλως γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι εζήτουν κρατῆσαι αὐτόν , ἄλλως ἡ ἐν τῷ Ἄισματι τῶν ᾷσμάτων νύμφη, <ἣ> ζητήσασα αὐτὸν καὶ ἀναστᾶσα καὶ κυκλοῦσα ἐν πόλει, »ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις« μόγις ποτὲ εὗρεν αὐτόν, ὅτε μικρὸν πορῆλθε τοὺς τηροῦντας καὶ κυκλοῦντας »ἐν τῇ πόλει« καὶ εὑροῦσα ἐκράτησεν αὐτόν, ὅτε καὶ λέγει· »ἐκράτησα αὐτὸν καὶ οὐκ ἀρήσω αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με«. ἀλλὰ [*](20ff Vgl. Cant. Cant. 3, 2—4 — 28 Cant. Cant. 3, 4) [*](1 εἰς] ὡς Μ 4 λόγον + veritatis lat. 7 <οὔτε θανατώσαιεν> αὐτόν Kl nach Diehl Koe, vgl. lat. αὐτοῦ Μ H 7 τῶν] <πολ>λῶν Koe, vgl. lat. 20 ἄλλως + autem lat. 21 <ἣ> Kl, vgl. lat. 26/27 αὐτὸν ἐν τῆ πόλει καὶ εὑροῦσα ἐκράτησεν Μ H ~ Hu, vgl. lat.) [*](10 praeconium y 13 avellunt eum R G avellent eum B avellent L 21 f surgens B Pasch subiens L ardens R G 22f <circum> u. <in> Diehl vgl. gr. 24 postquam + autem L 25 custod<ient>es Diehl, vgl. gr. 31 enim] l. autem ? Kl, vgl. gr.)

v.10.p.621
καὶ αὐτὴ <αὕτη> ἡ νύμφη κατ’ μὲν Ἄσματος τῶν ᾀσμάτων »ἐκράτησά« φησιν »αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με«, πρὸς δέ τῷ τέλει τοῦ αὐτοῦ βιβλίου, ὡς προκόψασα καὶ ἑτέρως αὐτὸν μέλλουσα κρατεῖν κοὶ βέλτιον πραὰ τὸ πρότερον, φησίν· »εἶπα· ἀναβήσομαι ἐν τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ«. ἵνα δέ νοήσῃς τοὺς ζητοῦτνα αὐτὸν κρατῆσαι ἀρχιερεὶς καὶ Φαρισαίους καὶ μὴ κρατοῦντος αὐτόν κατανόησον ὅτι ἐπὶ μέν τῶν ἄλλων πορὰ τὸν Χριστοῦ λόγον λόγων οἶόν τέ ἐστι καρτῆσαι καὶ περιδράξασθαι <καὶ τοῦ νοῦ (τῶν δογματισάντων) καὶ τεθεωρημένως ἀνατρέψαι αὐτὸν καὶ ὡς ἡ γραφὴ ὠνόμασε) συμβιβάσαι. *** ουτω γαρ ο κατα τὸ ευαγγελιον σοφός, φός, ὡς »πνευματικὸς« ἀνακρίνων »πάντα, αὐτὸς δέ ὑπ’ οὐδενὸς« ἀνακρινόμενος, ἀνακρίνει μέν καὶ βασανίζει καὶ διελέγχει τοὺς ἄλ- [*](2 Cant. Cant. 3, 4 — 8 Cant. Cant. 7, 8 — 22 Vgl. I. Kor. 2, 16 — 29 Vgl. I. Kor. 2, 15) [*](1 > Kl Koe, vgl. lat. 16 <καὶ χωρίσαι> Diehl, vgl. lat. 23 *** Kl, vgl. lat. ; das dem μὲν Ζ. 14 entsprechende δὲ fehlt im gr. Koe) [*](3 domum B 20 habuerunt B | <(G) B 30 diiudicatur] iudicatur L 32/33 sapientium Kl, vgl. gr. sapientiam x)
v.10.p.622
λους λόγους εἴτε τῶν τοῦ κόσμου σοφῶν εἴτε τῶν ἐν τοῖς αἱρέσεσι διαπρέπειν δοκούντων, οὐ κατακρίνεται δὲ οὐδέ καταλαμβάνεται ὁ ἐν αὐτῷ νοῦς τοῦ Χριστοῦ οὐδέ κρατεῖται ὑπὸ τῶν προθεμένων αὐτὸν ἀνατρέπειν·» τίς γὰρ ἔγνω νοῦν κυρίου, ὄς συμβιβάσει αὐτόν;« καὶ σαφὲς ὅτι, εἴπερ μέλλει τις συμβιβάσαι τινὸς νουν, προτερον αυτον γνωσεται καὶ μετὰ τοῦτο συμβιβάσει· νοῦν« δέ κυρίου τίς« γνώσεται »ὄς συμβιβάσει αὐτόν«; ἁλώσεται γὰρ ὑπ’ αὐτοῦ καὶ εἴξει αὐτῷ. καὶ ταῦτα δέ μοι λελέχθω διὰ τὸ καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.

Πλὴν κἄν εὐφημῶσιν οἱ ὄχλοι τὸν Ἰησοῦν, φρονοῦσι μέν τι περὶ αὐτοῦ ἀληθές, οὐ μὴν <καὶ> τὸ μέγεθος συνιᾶσιν αὐτοῦ. ἦν μέν γὰρ Ἰησοῦς καὶ προφήτης, ὡς δῆλον τῷ νοήσαντι τὸ προφήτην ἐκ τῶν ἀδελφλῶν ὑμῶν ἀναστήσει ὑμῖν κύριος ὁ θεὸς ὑμῶν ὡς ἐμέ · αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἄν λαλήσῃ« ὁ προφήτης ἐκεῖνος. ὄς δ’ ἄν »μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται«. [*](7ff I. Kor. 2, 16 — 26ff Act. 3, 22f, vgl. Deut. 18, 15. 19 5 τοῦ yv νοῦς H | κρατεῖται] lat. las μιαίνεται ? Diehl 12 γνώσεται; + <τίς ὀὖν ἔσται]> ? Kl, vgl. lat. 19 ἐπεὶ + καὶ H 23 <καὶ> Kl, vgl. lat. 31 τοῦ—ἐκείνου <Μ) [*](7 instruet Koe instruat x 10. 121. cognoscet ? Kl, vgl. gr. 28 Wortstellung wie im NT, gegen gr. Koe 31 audietis Diehl, vgl. gr.)

v.10.p.623
πλὴν οὐχ ἡ ὑπεροχὴ αὐτοῦ ἐν τῷ προφήτην αὐτὸν εἶναι ἦν ἀλλ’ ἐν τῷ υἱὸν θεοῦ πρωτότοκον »πάσης κτίσεως« καὶ εἰκόνα »τοῦ θεοῦ τοῦ ἐν ᾧ »ἐκτίσθη τὰ πάντα ἐν τῷ οὐρανῷ κοὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα«, καὶ τὰ ἑξῆς. καὶ μᾶλλον ἦν αὐτοῦ ἡ ὑπεροχὴ ἐν τῷ εἶναι αὐτὸν σοφίαν τὴν λέγουσαν· »ὁ θεὸς ἐκτήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, προ του τι ποιησαι, καὶ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὰ ἑξῆς. κοὶ τούτους γε τοὺς ὄχλους οὕτως φρονοῦντος περὶ αὐτοῦ καὶ ἑτοίμως ἔχοντος ὑπερπολεμεῖν αὐτοῦ πρὸς τοὺς πολεμοῦντος, φοβοῦνται οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, καὶ οὐ δύνανται, ἵν’ ἐπιβουλεθυσωσι θέλοντες κρατῆσαι τοῦ Ἰησοῦ, κρατῆσαι αὐτοῦ. ἐνταῦθα μὲν οὖν γέγραπται· ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον· παρὰ τοῦτο δ’ ἄν ποιήσοις ὅτι οἱ ὄχλοι, κἄν μὲν τῇ λέξει ὠς προφήτην αὐτὸν ἔχωσιν, εἰς ὅ τι ποτ ἄν ἔχωσιν αὐτόν, πολλῷ ἔλαττον εχουσιν αυτον ου εστιν, [*](4ff Vgl. Kol. 1, 15f - 12. 15 Prov. 8, 22 f (mit ἐκτήσατο: Philo de ebr. § 31=1, 362 Μ und Α΄ Σ΄ Φ΄ nach Euseb de eccl. theol. III, 2, 15 = IV, 142ff)) [*](12 ἐκτήσατο] so Orig. w. e. sch. nur hier (doch vgl. App. I u. S. 587, 29), dagegen creavit lat., = LXX ἔκτισε 29 μὲν Koe μὴ Μ H | ὡς] auch lat. εἰς Η) [*](10 eius + <magis> ? Kl, vgl. 11 dicens ρ dicente L dicente inquit y 12 deus] dominus L 18 paratas μ paratos x 30 *** Diehl, vgl. gr.)
v.10.p.624
οὐ φθάνοντες οὐδέ ἐπὶ τὴν ἐκ μέρους« γνωσιν τῶν ἐκ μέρους« αὐτὸν γινωσκόντων κοὶ οὐδὲν <ἄξιον> τρανοῦντες αυτου. Τοῦτο δέ λέγω περὶ τῶν ἀληθῶς περὶ αὐτοῦ φρονούντων. οὐ νομιστέον γὰρ εἰναι »ὑπὲρ« αὐτοῦ τοὺς τὰ ψεύδη φρονοῦντας περὶ αὐτοῦ φαντασίᾳ τοῦ δοξάζειν αὐτόν, ὁποῖοι εἰσιν οἱ συγχέοντες πατρὸς καὶ υἱοῦ ἔννοιαν καὶ τῇ ὑποστάσει ἔνα διδόντες εἶναι τὸν πατέρα καὶ τὸν υἱόν, τῇ ἐπινοίᾳ μόνῃ καὶ ὀνόμασι <μόνοισ> διαιροῦντες τὸ ἔν ὑποκείμενον. καὶ οἱ ἀπὸ τῶν αἱρέσεων φαντασίᾳ τοῦ μεγάλα περὶ αὐτοῦ φρονεῖν »ἀδικίαν εἰς τὸ ὔψος« λαλοῦντες καὶ κακῶς λέγοντες τὸν δημιουργὸν οὐκ εἰσὶν »ὑπὲρ« αὐτοῦ· οὐ γάρ εἰσι »μετ’« αὐτοῦ κοὶ διὰ τοῦτό εἰσι »κατ’« αὐτοῦ, »ὁ γὰρ μὴ ὢν φησὶ) μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν«. οὕτω δέ κἄν συνάγωσιν οἱ μὴ τὰ ἀληθῆ Περὶ τοῦ υἱοῦ φρονοῦντες ἐν τῷ ὀνόματι Ἰησοῦ, σκορπίζουσι μᾶλλον ἢ συνάγουσι. φησὶ γὰρ ὁ σωτήρ · »καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει«· καὶ πρόσχες [*](3 Vgl. I. Kor. 13, 9 - 9. 21 Vgl. Marc. 12, 40 — 12f Vgl. Orig. fragm. in Eph. (Cramer Cat. VI, 169): οἱ συγχέοντες πατέρα καὶ υἱόν, vgl. dazu Harnack TU. 42, 4, 79f — 19 Vgl. Ps. 72, 8 — 21ff. 29 Matth. 12, 30) [*](4 αὐτῶν Η a 5 <ἄξιον> Kl vgl. lat. 9 γὰρ] δὲ Koe, vgl. lat. 10 rd ψεύδη] mendaciter lat., vgl. ἀληθῶς Ζ. 7 Koe 13/14 διδόντες] λέγοντες Koe, vgl. lat. 15 <μόνοισ> Kl Koe, vgl. lat. 25 δὲ] δὴ Koe 26 μὴ < Ηa) [*](1 pharisaei] scribae GL 9 <de > Diehl Koe, vgL gr. 13 <significantiam > Diehl, vgl. gr. | substantiam] lat. las ὑπόστασιν Koe 17 aestimant] lat. las τὸ ἐν <νομιζόμρνον> Koe 19 excelso y)
v.10.p.625
ὅτι μὴ εἴρηται ἁπλῶς· »ὁ μὴ συνάγων σκορπίζει«, ἀλλὰ μετὰ ἀκριβοῦς προσθήκης τῆς »μετ’ ἐμοῦ«, δεῖ γὰρ τὸν συνάγοντα μετ’ αὐτοῦ συνάγγειν. νοήσεις δέ τὸν μετ’ αὐτοῦ συνάγοντα ἐπιστήσας τῷ »συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός« · τὸ γὰρ »συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ« δηλοῖ τὸν συνάγοντα μετ’ αὐτοῦ. καὶ οὐκ ἄν λέγοις τὸ »συναχθέντων ὑμῶν ἐν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ« ἁρμόζειν τοῖς ἤτοι μετὰ τοῦ κακῶς βιοῦν συνάγουσιν ἤτοι συναγομένοις ἢ μετὰ τοῦ κακῶς καὶ ἀσεβῶς φρονεῖν περὶ τοῦ θεοῦ ἢ τοῦ Χριστου αυτου.

Ταῦτα καὶ διὰ τό τοὺς ὄχλους φρονοῦντας περὶ τοῦ Ἰησοῦ, τοὺς ὑπέρ αὐτοῦ καὶ πολλῷ ἔλαττον φρονοῦντας τῆς ἀξίας αὐτοῦ, λέγεσθαι εἰς προφήτην αὐτὸν εσχηκεναι. συνεξετάσας δέ τούτοις τὴν τοῦ Λουκᾶ περὶ τῶν ὁμοίων λέξιν τρανότερον (οἶμαι) κατασκευάσεις τὰ προειρημένα· ὄστις φησί · »καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δέ ἀρχιερεῖς καὶ οἱ γραμ- [*](6. 11. 15 I. Kor. 5, 4f — 33 Luc. 19, 47f) [*](22 τοῦ1 < Η 24—25 ὄχλους <ἀλθως> Koe 26 [καὶ] Diehl καἰ- <τοι> Koe) [*](19 — 23 Koe sieht in gr. und lat. hier nicht Reste des gleichen Satzstückes, vgl. Nachträge)

v.10.p.626
ματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λοοῦ ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οὐχ εὔρισκον τί ποιήσουσιν· ὁ γὰρ λαὸς ἄπας ἐξεκρέματο αὐτοῦ ἀκούων«. κοὶ ἐν τούτοις γὰρ δηλοῦται ὅτι οἱ τῶν ἸουδαΪκῶν προϊστάμενοι παρανόμως ὄχλων ὀνομαζόμενοι ἀρχιερεῖς) κοὶ γραμματεῖς ἐχθροὶ τῷ Ἰησοῦ) καὶ πρεσβύτεροι τοῦ λαοῦ ζητοῦσι μὲν τόν Ἰησοῦν ἀπολέσαι καὶ ἀφανίσαι τὸ ὄνομα αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων καὶ τὴν περὶ αὐτοῦ πίστιν· οὐχ εὑρίσκουσι δὲ τί ποιήσουσιν εἰς ὅπερ βούλονται ἀνύσαι, ἄτε προληφθέντος παντὸς τοῦ εἰς αὐτὸν πιστεύσαντος λαοῦ καὶ ἐξηρτημένου τῆς εἰς τὸν Ἰησοῦν ἀγάπης καὶ ἐκκρεμαμένου ἐν τῷ ἀκούειν τῆς διδασκαλίας αὐτοῦ καὶ τοῦ λόγου αὐτοῦ. καὶ ἔστι γε τοῦτο ἰδεῖν μέχρι τοῦ δεῦρο, τίνα τρόπον ζητοῦσι καθελεῖν οἱ προβαλλόμενοι τὴν θεραπείαν τοῦ θεοῦ ὡς ἀρχιερεῖς αὐτοῦ καὶ τὴν delav γραφὴν ὡς γραμματεῖς καὶ τὸ ἀρχαῖον οἱ] πρεσβύτεροι τοῦ λαοῦ, <καὶ> ζητοῦσιν ἀπολέσαι τὸν Ἰησοῦν καὶ ἐξαφανίσαι τὴν περὶ αὐτοῦ δόξαν, πάντα εἰς τοῦτο ἀκολούθως τῷ βουλήματι τῶν πατέρων αὐτῶν πράττοντες, οὐ μὴν εὑρίσκοντες τί ποιήσουσιν, ἶνα τὸν ἐξηρτημένον τοῦ Ἰησοῦ λαὸν ἀποστήσωσιν αὐτοῦ καὶ ἀπαλείψωσιν αὐτὸν ἀπὸ τῆς διανοίας αὐτῶν.

[*](3. 13. 31 ποιήσωσιν ? Kl 7 ὄχλων Hu, vgl. lat. λόγ(ον MH 26 οἱ] Kl, vgl. Ζ. 23. 25 | > Kl nach Koe, vgl. lat. 33 ἀποστήσωσιν] lat. las ἀποσπάσωσιν Diehl)[*](5 turbis B L verbis R G, s. zu Ζ. 7 gr. S. 627, 17 gr. 14 dilectionem G L 16 <et verbum > Diehl, vgl. gr. 21 et y* essent L)
v.10.p.627

Τάχα δέ κ(Λ πάντες οἱ ἡντινοῦν δόξαν ἔχοντες Περὶ τοῦ θείου καὶ πρεσβεύοντες περὶ αὐτῆς ἀλλοτρίως τῆς Ἰησοῦ διδασκαλίας ἀπολέσαι μέν θέλουσι τὸν Ἰησοῦν, οὐ δύνανται δέ, ἐπεὶ πᾶς ὁ ὄχλος αὐτοῦ ἐκκρέμαται ἀκούων. ἀλλὰ καὶ οἱ οἱστισινοῦν συγγράμμασιν ἧς δήποτε σοφίας προσέχοντες καὶ διὰ τοῦτο τροπικῶς λεγόμενοι γραμματεις ἀπολέσαι θέλουσιν ἐξ ἀνθρώπων τὸν Ἰησοῦν, οὐ μὴν εὑρίσκουσιν εἰς τοῦτο ἀνύσιμον ὄ ποιήσουσι. καὶ πάντες δέ οἱ πρεσβύτεροι, <οἱ ἀλλότριοι> τῆς Ἰησοῦ διδασκαλίας λόγιοι Ἑλλήνων καὶ βαρβάρων, ἀπολέσαι θέλουσι τὸν Ἰησοῦν, ἀλλ’ οὐ δύνανται νικώμενοι ἀπὸ παντὸς τοῦ λοοῦ Ἰησοῦ, ἐκκρεμαμένου τοῦ διδασκάλου ἐν τῷ ἀκούειν καὶ συναισθάνεσθαι τῆς διδασκαλίας αὐτοῦ. κοὶ ὁ Μᾶρκος δέ τὰ παραπλήσια ὑποβάλλει λέγων · »καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ λαὸς ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ«. πᾶς γὰρ ὁ λαὸς Χριστοῦ ἐκπλήσσεται »ἐπὶ τῇ διδαχῇ αὐτοῦ«, καὶ οὐδὲν δύναται γενέσθαι ὑπὸ τῶν προειρημένων ἀρχιερέων κοὶ γραμματέων, ζητούντων ἀπολέσαι τὸν Ἰησοῦν ἐξ ἀνθρώπων καὶ ἐκλὺσαι [*](25. 31 Marc. 11, 18) [*](6 ὄχλος + fidelis lat. 8 γράμμασιν M 15/16 <oἱ ἀλλότριοι> ΚΙ, vgl. lat. 17 λόγιοι Koe, vgl. lat. λόγοι M H) [*](4 Christi est] est ex christi GL 9 et y* < L 15 alieni presbyteri L)

v.10.p.628
τὴν ἔχπληξιν παντὸς τοῦ λαοῦ αυτου.

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβολαῖς αὐτοῖς λέγο)ν· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ποιῶν γόμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ τὰ ἑξῆς ἕως τοῦ· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί (Matth. 22, —14).

Καὶ αὕτη ἡ Παραβολὴ ὁλοσχερέστερον νοουμένη δόξει σαφὴς εἶναι, ἐν ἔ ἄνθρωπος μὲν βασιλεὺς τροπικῶς ὁ θεὸς καὶ πατὴρ Χριστοῦ Ἰησοῦ εἶναι λέγεται, οἱ δὲ γόμοι τοῦ υἱοῦ τοῦ βασιλέως ἡ ἀποκατάστασις τῆς νύμφης ἐκκλησίας χριστοῦ Πρὸς Χριστὸν τὸν νυμφίον αὐτῆς. οἱ δὲ ἀποστελλόμενοι δοῦλοι καλέσαι τοὺς κεκλημένουσ εἰς τοὺς γόμους οἱ κατὰ καιρόν εἰσι προφῆται ἐπιστρέφοντες τοὺς ἀπὸ τοῦ λαοῦ διὰ τῶν προφητειῶν ἐπὶ τὴν εὐφροσύνην ἀγομένην ἐπὶ τῇ ἀποκαταστάσει τῆς ἐκκλησίας πρὸς Χριστόν. οἱ δὲ μὴ θέλοντες ἐλθεῖν προηγουμένως ὄντες κλητοὶ οἱ μὴ ἀκούον- [*](15ff Vgl. Hier. in Matth. 174 C: rex iste, qui fecit nuptias filio suo, deus omnipotens est ; facit autem nuptias domino nostro lesu Christo et ecclesiae — 20 f Vgl. Act. 3, 21 — 22ff Vgl. C c Nr. 59 (Anf.) Or. C 1 Nr. 242 Or.) [*](3 vorher : Περὶ τῶν καλουμένων εἰς τοὺς γόμους H 14 δόξη Ηa 30 ἐλθεῖν < Η 31 ἀκούειν <θέλον>τες Koe, vgl. lat.) [*](3f et — dicens y* secundum mathm. In illo tempore dixit lesus discipulis suisL 10 et cetera + Omelia Origenis de eadem lectione L 1 7 domini nostri < y 20 > Diehl, vgl. gr. 28 > Diehl, vgl. gr.)

v.10.p.629
τες τῶν λόγων τῶν Προφητῶν ἦσαν, οἱ δέ ἀποστελλόμενοι ἄλλοι δοῦλοι ἄλλο ἄθροισμα προφητῶν, προφητῶν, τὸ δὲ ἡτοιμασμένον ἄριστον, ἐν ᾧ οἱ ταῦροι τοῦ βασιλέως καὶ τὰ σιτευτὰ αὐτοῦ τεθυμένα ἦν, αἱ στερεαὶ ἦσαν καὶ λογικαὶ τῶν μυστηρίων τοῦ θεοῦ τροφαί· οὕτω δέ καὶ πάντα ἕτοιμα, οἱ περὶ πάντων τῶν ὄντων λόγοι <ἕτοιμοι>, οὕς ἔλθη̣ τὸ τέλειον«) οἱ τῇ κλήσει ἀκολουθήσαντες φάγονται καὶ πίονται. ἐπεὶ δὲ τῶν κεκλημένων διὰ τῶν προφητῶν οἱ μέν μόνον ἠμέλουν τῶν λεγομένων καὶ τοῖς βιωτικοῖς ἐσχόλαζον πράγμασιν, οὐ μὴν καὶ ἐπονηρεύοντο <κατὰ τῶν ἄλλοι δὲ καὶ ἐπονηρεύοντο> κατ' αὐτῶν. διὰ τοῦτο τὴν διαφορὰν αὐτῶν παραστπησαι βουδόμενος εἶπεν· οἱ δὲ ἀμελήσαντες ἀπῆθον, ὅς μὲν ἐπὶ τὸν ἴδιον ἀγρόν, ὅς δὲ ἐΠὶ τὴν ἐμπορίαν αὐτοῦ· οἱ δέ λοιποὶ κρατήσαντες αὐτοῦ τοὺς δούλους ὕβρισον καὶ ἀπέκτειναν.

Εἶτα ἀκολούθως <ταύτῃ> ὁλοσχερεστέρᾳ διηγήσει ἡ ὀργὴ τοῦ βασλέως νοεῖται, ἥν κοὶ ὁ ἀπόστολος περὶ Ἰουδαίων ὀνομάζων [*](4 f Anders Orig. fragra. 68 in Luc. (IX, 267, 25 ff.) : ἄριστον μὲν γὰρ οἱ εἰσαγωγικοῖ λόγοι ἤ ἠθικοὶ ἢ τὰ παλαιὰ λόγια, δεῖΠνον δὲ οἱ ἐν προκοπῇ λόγοι μυστκοὶ ἢ οἱ τῆς νέος διαθήκης. — 6 f Vgl. Hebr. 5, 14 — 10 I. Kor. 13, 10 —) [*](10 ὄντων (auch II 247, 10) > όντων Diehl όντων Koe, vgl. lat. | <ἕτοιμι> Kl nach Diehl Koe, vgl. lat. 12 φάγωνται καὶ πίωνται Η 17 f <κατὰ — ἐππνηρεύοντο> Kl, vgl. lat. 27 Diehl, vgl. lat.) [*](2 <servi> Diehl, vgl. 5 <erant> Diehl, vgl. gr. 8 apparata L 21 quidem] 1. autem ? Kl, vgl. gr.)

v.10.p.630
λέγει • ἐφθασε δὲ ἡ ὀργὴ ἐπ αὐτοὺς εἰς τέλος«. εἶτα προφητεύεται ὁ κατὰ Ἰουδαίων πόλεμος καὶ ἡ ἅλωσις Ἱερουσαλὴμ καὶ ἡ ἀναίρεσις τοῦ λαοῦ μετὰ τὴν Χριστοῦ ἐπιδημίαν ἐν τῷ καὶ πέμψας τὸ στράτευμα αὐτοῦ ἀνεῖλε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.

τὸ δὲ τότε λέγει τοῖς δούλοις ἀυτοῦ· ὁ μὲν γόμος ἕτοιμος, οἱ δέ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἄν εὕρητε καλέσατε εἰς τοὺς γάμους ἀναφέροιτο ἄν ἐπὶ τοὺς Ἰησοῦ Χριστοῦ ἀποστόλους λέγοντος Ἰουδαίοις· »ὑμῖν ἦν ἀναγκαῖον τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτούς, ἱδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη«. αἱ διέξοδοι οὖντῶν ὁδῶν τὰ > ἔξω τοῦ Ἰσραήλ ἐστι πράγματο, παρ’ αἷς οἱ ὑπὸ τῶν ἀποστόλων εὑρισκόμενοι καλοῦνται εἰς τοὺς γάμους, συναγόντων τῶν ἀποστόλων πάντας οὕς ἐὰν εὕρωσιν. [*](1 I. Thess. 2, 16 — 2ff Vgl. Hier. in Matth. 175 C — — 631, Vgl. C c Nr. 60 (Mitte) Or. — 18 Act. 13, 46 — 21 ff Vgl. Hier. in Matth. 175 D: quaeritur autem, qiiomodo in his qui foris erant. inter malos et boni aliqui sint reperti. hunc locum plenius tractat apostolus ad Romanos [ dicens] , quod gentes naturaliter facientes ea, quae legis sunt, condemnent ludaeos etc. — 21 ff Vgl. C l Nr. 243 Or.) [*](6 ἐπιδημίαν] ascensionem lat. 20 ἑαυτούς + aeterna vita lat., vgl. S. 531, 3; 563, 1 22 f <ἐκτὸς—ἐθνῶν> Kl Koe, vgl. lat. 23 πράγματα] δόγματα C c Nr. 60 C Nr. 243) [*](4 ascensionem] so ? S. 648, 24 adventum 11 paratae + svint L 16 primum] so lat. S. 531, 1; 562, 27 — überall gegen gr. 20 gentium] lat. las ἐθνῶν st. ὁδῶν)

v.10.p.631
εὕρισκον δὲ τοὺς ἀκούοντας καὶ οὐκ ἐφρόντιζον καλοῦντες πότερόν ποτε πρὸ τῆς καλήσεως πονηροὶ ἢ ἀγαθοὶ ἦσαν οἱ καλούμενοι· πάντας γὰρ τοὺς εὑρισκομένους ἐκάλουν. ἀγαθοὺς δὲ νομιστέον ἐνταῦθα I ἁπλούστερον λέγεσθαι τοὺς μετριωτέρους τῶν ἐρχομένων ἐπὶ τὴν θεοσέβειαν, οἶς ἐφαρμόζοις ἄν τὸ τοιοῦτο ἀποστολικόν· ὅταν δὲ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τά τοῦ νόμου ποιῶσιν. οἱ τοιοῦτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος · οἵτινες ἐνδείκνυνται τό ἔργον τοῦ νόμου γραπτὸν ἐν τοῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως«. καὶ ἐπλήσθη γε ὁ Χριστοῦ <καὶ> τῆς ἐκκλησίας γάμος καὶ ἀποκαταστάντων <τῷ θεῷ> , τῶν εὑρεθέντων ὑπὸ τῶν ἀποστόλων, ἀνακειμένων ἐπὶ τῷ εὐφρανθῆναι ἐπὶ τοῖς γάμοις.

Εἶτ' ἐπεὶ πονηροὺς καὶ ἀγαθοῦς καλεῖσθαι <μὲν ἔ> δει, οὐ μὴν ωστε τους πονηρους μενειν πονηρούς, ἀλλὰ μεταμφιασαμένους καὶ ἀποθεμένους τὰ ἀλλότρια τοῦ γόμου ἐνδύματα ἐνδύσασθαι τὰ τοῦ γά- [*](10 Röm. 2, 14 f – 19 Vgl. Act. 3, 21 - 24 ff Vgl. C c Nr. 61 (Anfang) Or. Π 249, 6f) [*](1 εὕρισκον] vocabant lat. | ἀκούοντας κοὶ οὐκ] oboedientes tantum, non autem et lat. 8 μετριωτέρους + et rectiores lat. 18 <καὶ> Kl, vgl. lat. 19 ἀποκαταστάντων <τῷ θεῷ> Kl nach Diehl Koe, vgl. lat. ἀποκατάστασις Μ H 25 <μὲν ἔ > δει Κl Koe, vgl. lat. 29 – 632, 4 ἐνδύσασθαι — ἐνδύματα <Μa, ergänzt a. R. M c) [*](6 vocabant] et vocabant G L 29 indumenta] vestimenta L)

v.10.p.632
μου, »σπλάγχνα οἰκτιρμοῦ, χρηστοτητα, ταπεινοφροσυνην, πραοτητα, μακροθυμίαν« ταῦτα ταῦτα γάρ ἐστι τὰ τοῦ γάμου ἐνδύματα), διὰ τοῦτο ὁ βασιλεὺς εἰσέρχεται θεάσασθαι τοὺς ἀνακειμένους , πρὶν αὐτοῖς παραθῇ τὸ ἡτοιμασμένον ἄριστον, τοὺς ταύρους καὶ τὰ τεθυμένα σιτιστὰ καὶ πάντα τὰ ἕτοιμα, ἵνα θεασάμενος τηρήσῃ μέν τοὺς ἔχοντος ἔνδυμα γάμου καὶ εὐφράνῃ καταδικάσῃ δὲ τοὺς ἐναντίους. εἰσελθὼν οὖν εὑρίσκει τινὰ τῶν κεκλημένων καὶ ἐληλυθότων ἐπὶ τὴν κλῆσιν μὴ ἀλλάξαντα ἑαυτοῦ τὸ ἦθος μηδὲ ἐνδυσάμενον ἔνδυμα γόμου καὶ λέγει αὐτῷ· πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γόμου; εἶτ' ἐπεὶ ὁ ἁμαρτὼν καὶ μὴ ἀνακαινωδεὶς μηδὲ ἐνδυσάμενος τὸν κύριον Ἰησοῦν Χριστὸν ὡς μὴ ἔχων τόπον ἀπολογίας« φιμοῦται, διὰ τοῦτο γέγραπται τὸ ὁ δέ ἐφιμώθη. καὶ οὐκ ἀρκεῖ γε τὸ ἐκβληθῆναι τοῦ γάμου τὸν ἀτιμάσαντα τὴν κλῆσιν· δεῖ γὰρ αὐτὸν ὑπὸ τῶν διακόνων τοῦ βασιλέως τῶν πρὸς τοῖς δεσμοῖς τετογμένων, δεθέντα τὴν πορείαν ᾗ [*](1 Kol. 3, 12 – 21 f Vgl. Kol. 3, 10 — 23f Vgl. Act. 25, 16 — 23 Π 249 10f — 28 ff Vgl. C c Nr. 62 Or. II 250, 5 f) [*](4 ἐστι <H 17 αὐτοῦ Μ 26 τὸ <Μ 30 πορείαν Kl, vgl. lat. u. ΙΙ πονηρίαν Μ H) [*](7 prandium praeparatum eis L | praeparatum] paratum G 11 atque delectet y* ad quae delectetur L 21/22 <vi> t Koe, vgl. 25 <obmutescit> Diehl, vgl. 29 incessionem Kl incessione y pedibus id est incessione L)
v.10.p.633
οὐκ εἰς δέον ἐχρήσατο καὶ τὴν δραστήριον δύναμιν ἐν ᾗ πρᾶξιν ἀγαθὴν οὐκ ἐτέλεσεν, ρὐ μόνον ἀπὸ τοῦ γόμου ἐκβληθῆναι, ἀλλ' ὥστε καὶ εἰς τὸν ἀλλότριον φωτὸς > καταδικασθῆναι τόπον, ἔνθα σκότος ἦν τὸ ὡς ἐν σκότεσι βαθύτερον καὶ καλούμενον σκότος ἐξώτερον. κοὶ εἴ τίς γε ἡμῶν ἐπὶ τὴν κλῆσιν ἐλθὼν τοῦ βασιλέως εἰς τοὺς γάμους τοῦ υἱοῦ αὐτοῦ, δοκεῖ μέν ὑπακούειν καὶ ἔρχεσθαι μετὰ τῶν κεκλημένων, οὐ μὴν ἐνδέδυται τὸ προειρημένον ἔνδυμα γάμου, ταῦτα πείσεται κοὶ δεθεὶς ποδῶν καὶ χειρῶν ἐκβληθήσεται εἰς τὸ σκότος τὸ ἐξώτερον , ἔνθα κατὰ τὸ »οὐαί, οἱ γελῶντες νῦν, ὅτι κλαύσετε«, ὁ κλαυθμὸς τοῖς τὰ τοῦ κλαυθμοῦ καὶ θρήνου ἄξια ἁμαρτήσασι· κλαύσονται δὲ θρηνοῦντες τὰς ἰδίας ταλαιπωρίας. εἶθ' ἵνα παραστήσῃ ὁ λόγος τὸν φόβον καὶ τὸν τρόμον καὶ τὰ σκυθρωπὰ πράγματα καὶ τοὺς πόνους ἐν οἷς ἔσονται οἱ μὴ ἐνδεδυμένοι ἔνδυμα γόμου, εἶπε τὸ ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ οὐ μόνον ὁ κλαυθμός, ἀλλὰ καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. [*](19 Lue. 6, 25) [*](5 ἀλλ' ὥστε] 1. ἀλλὰ πρός γε ? Kl 6 <παντὸς> Diehl, vgl. gr. σκότεσι Κl, vgl. lat. und z. B. S. 644, 29 σκότω MH ταῦτα] similia lat. 19 ἔνθα + erit lat. 24 ἁμαρτίσασι H) [*](2 bonum opus L 8 f tenebris <y 10 et x* < ρ 12 ventus R Gvenerit B 17 <et> Koe, vgl. gr. 31 <fletus et> Diehl, vgl. gr.)
v.10.p.634
καὶ ἐπιφέρεται τῇ ὅλη παραβολῇ, διὰ τὸ πολλοὺς δεδηλῶσθαι τοὺς κληθέντας οὐ πάνατας δὲ ἐληλυθέναι ἀλλ' ὀλίγους ἐξ αὐτῶν, τὸ πολλοί εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί.

Ταῦτα μέν οὖν ὁλοσχερέστερον εἰς τὴν παραβολὴν λελέχθω, πειρασόμεθα δέ ἐπανελθόντες ἐρευνῆσαι κατὰ τὴν παροῦσαν δύναμιν αὐτήν, ἐὰν ὄρα βοηθηθέντες ὑπὸ τοῦ τῆς σοφίας πνεύματος δυνηθῶμέν τινα καὶ βαθύτερα εἰς τὴν παραβολὴν εὑρόντες οἰκοδομῆσαι καὶ κατὰ τὸ εὔλογον σιωπῆσαι ἢ αἰνίξασθαι ἢ ἐκθέσθαι. ἡ βασιλεία τοίνυν τῶν οὐρανῶν ὡμοιώθη κατὰ μέν τὸν βασιλεύοντα ἀνθρώπῳ βασιλεῖ, κατὰ δὲ τὸν συμβασιλεύοντα τῷ βασιλεῖ τῷ υἱῷ αὐτοῦ, κατὰ δέ τὰ βασιλευόμενα τοῖς δούλοις καὶ τοῖς κεκλημένοις εἰς τοὺς γάμους, ὧν οἱ μὲν οὐκ ἤθελον τοῦ] εἰσελθεῖν, οἱ δέ ἀμελήσαντες τοῦ εἰσελθεῖν ἀπῆλθον, ὅς μέν εἰς τὸν ἴδιον ἀγρόν , ὅς δέ ἐπὶ τὴν ἐμπορίαν αυτου, καὶ ἄλλοι <δὲ> κρατήσαντες δούλους ὕβρισαν καὶ ἀπέκτειναν. ἔτι τῶν βασιλευομένων ἐστὶ καὶ τὸ στράτευμα τοῦ βασιλέως, κοὶ οἱ ἀπὸ τῶν <διεξόδων τῶν> ὁδῶν συναγόμενοι πονηροὶ καὶ ἀγαθοί, ἕως ἐπλήσθῃ ὁ γόμος [*](10 τοῦ <H a 23 τοῦ] υ 27 ἐπὶ] εἰς Μ 29 <δὲ> Koe, vgl. 33 <διεξόδων τῶν> Koe, vgl. lat.) [*](19 regi y* <G c L)

v.10.p.635
ανακειμενων, και ο εν τοῖς ἀνακειμένοις οὐκ ἔχων ἔνδυμα γόμου, καὶ οἱ κελευσθέντες διάκονοι δῆσαι τὸν μὴ ἔχοντ(ι ἔνδυμα γόμου ποδῶν καὶ χειροῖν καὶ ἐκβαλεῖν αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον.

Ἐδύνατο μέντοι γεγράφθαι· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ χωρὶς τῆς ἄνθρωπος προσθήκης. ἀλλ' ἐπεὶ πρόσκειται καὶ τὸ ἀνθρώπῳ, ἀναγκαῖον καὶ τοῦτο διηγήσασθαι, οὕτως ἄν ὡς ἐμοὶ δοκεῖ) σαφηνισθέν. τῶν μὲν πρὸ ἡμῶν ποιήσας τις βιβλία νόμων ἱερῶν ἀλληγορίας, τὰς ὡσπερεὶ ἀνθρωποπαθῆ παριστάσας λέξεις τὸν θεὸν διηγούμενος καὶ τὰς τὸ θεῖον αὐτοῦ ἐμφαινούσας, ἑνὶ μὲν ῥητῇ ἐχρήσατο περὶ τοῦ ὡς ἄνθρωπον λέγεσθαι εἶναι τὸν θεὸν ἀνθρώπους οἰκονομοῦντα, τῷ ἐτροποφόρησέ σε κύριος ὁ θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«, ἑνὶ δέ περὶ τοῦ μὴ ὡς ἄνθρωπον εἶναι τὸν θεόν, τῷ »οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι«.

ἡμεῖς δέ πολλὴν ἀφθονίαν ἔχομεν ἀπὸ τῶν [*](16 ff Vgl. Philo quod deus sit immutabilis § 53 (I, 280 Ma): δύο τὰ ἀνώτατα πρόκειται κεφάλαια περὶ τοῦ αἰτίου, ἔν μὲν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεός« (Num. 23, 19), ἕτερον δὲ ὅτι ὡς ἄνθρωπος κτλ. (Deut. 1, 31); vgl. auch Orig. hom. XVIII, 6 in Jer. (III, 158, 7ff) — 25 Deut. 1, 31 — 29 Num. 23, 19) [*](11 ἄνθρωπος] hominis lat. 12 πρόκειται Hu 19 τοῦ θεοῦ Μ) [*](17 libros <allegoricos> Diehl vgl. gr. 18 sermonem L 24 > Diehl, vgl. gr. 32 noster] ut mentiatur AT)

v.10.p.636
εὐαγγελικῶν περὶ τοῦ θεοῦ παραδειγμάτων, ἐν οἶς ὡμοιώθη κατα τινας παραβολὰς ἀνθρώπῳ. χρησόμεθα οὖν ταῖς ἄνθρωπον ὀνομαξούσαις παραβολαῖς τὸν θεὸν εἰς ἀπολογίαν τῶν ὅσον ἐπὶ ταῖς λέξεσιν ἀνθρωποπαθῆ φασκουσῶν εἶναι τὸν Χριστοῦ πατέρα, καὶ φήσομέν γε πρὸς τοὺς ἑτεροδόξους, διὰ τὸ μὴ νενοηκέναι τὰ οὕτο)ς λεγόμενα ἐν τοῖς παλαιοῖς γράμμασι προσκόπτοντας τῷ θεῷ νόμου καὶ προφητῶν καὶ τῆς τοῦ κόσμου κτίσεως ὅτι. εἴπερ ἀνθρώπῳ ὡμοίωται κατὰ τὰς τοῦ εὐαγγελίου γελίου παραβολὰς) ὁ θεός, διὰ τί ἀκολούθως ταύταις ταῖς παραβολαῖς οὐ παραδέχεσθε παραβολὴν εἶναι τὴν ὀργὴν <καὶ> τὸν καὶ τὴν μεταμέλειαν καὶ τὴν ἀποστροφὴν τοῦ προσώπου καὶ τὴν κάθισιν καὶ τὴν στάσιν καὶ τὸν περίπατον τοῦ θεοῦ ; τὸν γὰρ ἀναγεγραμμένον ἐν ταῖς προφητείαις ὕπνον αὐτοῦ ἤτοι οὐ παρετήρησαν ἢ ὁμολογήσουσιν εἶναι παραβολήν. καὶ ἔτι πρὸς ἐκείνους ἐροῦμεν ὅτι, εἰ μὴ βούλεσθε, ἀκολούθως τῷ ἐν παραβολῇ ἄνθρωπον λέγεσθαι τὸν θεόν, ἐν παραβολῇ ἀκούειν τῶν ἀνθρωποπαθῶς περὶ αὐτοῦ ἀπαγγελλουσῶν γραφῶν, παραστήσατε πῶς ἄνθρωπος ὁ τῶν ὅλων κατὰ τὸ [*](1 εὐαγγελι<κ>ῶν Diehl, vgl. lat. 4 ταῖς + quasi lat. 6 ἀπολογίαν <γραφῶν> Κοe 9 τοὺς] τινας Koe, vgl. lat. 19 <καὶ> Kl, vgl. lat.) [*](2 locis y* <L 3/4 exponemus Kl, vgl. gr. exponimus x 9 dieemiis Kl, vgl. gr. dicamus G dicimus B L 12 peccant] et peccant y 13 et x* <μ | creationis x* creatoris ρ 18 dei v* <L)
v.10.p.637
εὐαγγέλιον λέγεται θεός, οὐδὲν ἀνθρώπινον (ὡς ὑμεῖς ὑπολαμβάνετε) λεγόμενος ἔχειν ἐν ἑαυτῷ.

Ἐκ περιουσίασ δέ ἐλέγξομεν αὐτοὺς μηδέ τὰ τῆς καινῆς διαθήκης γράμματα ἐξητακότας, ἐν οἷς κατὰ τὴν ἐνταῦθα παραβολὴν ὁ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ βασιλεὺς ἄνθρωπος ὠργίσθη ἐπὶ τοῖς μὴ θελήσασι κατὰ τὴν κλῆσιν αὐτοῦ ἐλθεῖν εἰς τοὺς γάμους καὶ τοῖς ἀμελήσασι μὲν τοῦ δειπνήσαι εἰς τοὺς γάμους, ἀπεληλυθόσι δὲ εἰς τὸν ἴδιον ἀγρὸν ἢ ἐπὶ τὴν ἐμπορίαν, ὠργίσθη δὲ καὶ ἐπὶ τοῖς κρατήσασι τοὺς δούλους αὐτοῦ καὶ ὑβρίσασι καὶ ἀποκτείνασι. λεγέτωσαν γὰρ ἡμῖν πότερον ὁ ὀργισθεὶς οὗτος, ἅτε ποιῶν γάμους τῷ τῷ υἱῷ αὐτοῦ, ὁ πατήρ ἐστι τοῦ Χριοτοῦ ἢ ἄλλος τις παρὰ τὸν (ὅσον ἐπὶ τῇ παραβολῇ) ὀργισθέντα πατήρ ἐστιν αὐτοῦ. ἑκατέρως δέ στενοχωοηθήοονται, εἴτ᾿ ἐκ τοῦ μὴ θέλειν τὸν ὀργισθέντα ποιοῦντα γάμους τῷ υἱῷ πατέρα εἶναι τοῦ Χριστοῦ διὰ τὴν ὀργήν, εἴτ᾿ ἐκ τοῦ ἀνογκάζεσθαι διὰ τοὺς γάμους καὶ τὸν υἱὸν παραδέχεσθαι ὅτι αὐτὸς εἴη ὁ πατὴρ Χριστοῦ καὶ ὅτι ὀργίζεται. [*](2 ὑπολαμβάνεται H a 13 δειπνῆσαι 〈ἐλθοῦσιν〉 Koe 19ff gr. kürzt) [*](4 et ab exitu] 1. ex superfluo Diehl, vgl. gr. 5 veteris] lat. las παλαιᾶς st. καινῆς? 7f lat. frei)

v.10.p.638
ἐὰν δὲ διήγησιν τῷ ἀργίζεσθαι πειραθῶσι φέρειν, φήσομεν πρὸς αὐτοὺς ὅτι· ὦ οὗτοι, τίς ἡ ἀποκλήρωσις, μη φευγειν μευ τον εν τῳ εὐαγγελίῳ ποιοῦντα γάμους τῷ υἱῷ αὐτοῦ διὰ τὴν ὀργὴν καὶ ἄλλον ζητεῖν, ἐν δὲ τῷ νόμῳ καὶ τοῖς προφήταις διὰ τὸ αὐτὸ τῆς ὀργῆς ὄνομα καὶ τὰ παραπλήσια αὐτῇ ζητεῖν ἀναπλάττειν ἕτερον παρὰ τὸν τοῦ] νόμου καὶ προφητῶν θεόν ;

Ὅσον οὖν ἄνθρωποί ἐσμεν, καὶ οὐ συμφέρει ἡμῖν τὸν πλοῦτον »τῆς χρηστότητος« τοῦ θεοῦ καὶ τὸ πολὺ πλῆθος τῆς χρηστότητος« αὐτοῦ κεκρυμμένης ὑπ’ αὐτοῦ ἵνα μὴ βλαβῶμεν) θεωρεῖν, ἀναγκαίως ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ἵνα ἀνθρώποις λαλήσῃ ὡς ἄνθρωπος καὶ ἀνθρώπους οἰκονομήσῃ μὴ χωροῦντας οἰκονομηθῆναι ὑπὸ τοῦ θεοῦ, πάντη μένοντος θεοῦ καὶ ἐν τῷ λέγειν διὰ προφητῶν κοὶ ἐν τῷ οἰκονομεῖν ἀνθρώπους. καὶ τότε παύσεται ὁμοιουμένη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ , ὅταν παυσαμένου ζήλου καὶ ἔριδος καὶ τῶν λοιπῶν παθῶν καὶ ἁμαρτημάτων καὶ τοῦ »κατὰ ἄνθρωπον» περιπατεῖν, ἔξιοι γενώμεθα ἀκοῦσαι ἀπὸ τοῦ θεοῦ· ἐγὼ εἶπα • θεοί ἐστε καὶ υἱοὶ ὑφίστου πάντες«, [*](14 Vgl. Rom. 2, 4 – 15 f Vgl. Ps. 30, 20 – 26 – 639, 7 Vgl. II 246, – 7 – 28 f Vgl. I. Kor. ö. — 31 Vgl. I. Kor. 3, 3 – 33 Ps. 81, 6 — 33 — 642, 3 Vgl. C luc Nr. 48 Or.) [*](6 κοὶ <μὴ> ? Hu 11 τοῦ] 21 ἄνθρωπος + apud homines lat. 23 μένοντος] lat. las μὲν ὄντος Diehl Koe) [*](13/14 divinae bonitates L 20 dispensat G c)

v.10.p.639
ἢ τοῦ ριστοῦ αὐτοῦ, μηκέτι πράττοντες τοιαῦτα ἐφ’ οἶς λέγοιτ’ ἄν <ἡμῖν>· »ὑμεῖς δέ ὡς ἀποθηῄσκετε«. ἐγὼ δ’ οἶμαι ὅτι οὐ μόνον τὸ ἀνθρώπῳ βασιλεῖ ὁμοιοῦσθαι τὴν βασιλείαν τῶν οὐρανῶν παύσεται, ἀλλὰ καὶ ἄλλα μυρία ὧν χρῄζει ἁμαρτωλὸς ἄνθρωπος, οἶον γέγραπιαι ἐν τῷ Ὠσηέ • »ἐγὼ δέ εἰμι ὡς πάνυηρ τῷ Ἐφραΐμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα«, καὶ ἐν ἄλλῳ τόπῳ· »ἀπαντήσομαί« φησιν αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη. παύσεται οὖν ποτε ὢν ὡς πάνθηρ καὶ ὡς λέων καὶ ὡς ἄρκτος ἀπορουμένη, ὅτε διὰ τὸ τοὺς τόδε πεποιηκότος μηκέτι χρῄζειν τοῦ ὡς πάνθηρος καὶ τοῦ ὡς λέοντος κοὶ τοῦ ὡς ἄρκτου <ἀπορουμένης> αὐτὸς οὐκέτι ἔχων τοὺς <τοιούτους> τοιούτου χρῄζοντας, ἐμφανίσει ἑαυτὸν »καθώς ἐστιν«. ἐγὼ δέ οὕτως ἀκούω καὶ τοῦ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, ἐπείπερ ὅσον μέν <ἐν ἡμῖν> ἐστι τὰ τοῦ καταναλίσκεσθαι ἄξια, ἐπὶ τοσοῦτον ὁ θεὸς ἡμῶν πῦρ ἐστι κατανλίσκον« ἐκεῖνα· ἐπὰν δέ ἀναλωθῇ ὑπὸ τοῦ κατανα- [*](3 Ps. 81, – 10 Hos. 5, 14 — 12 Hos 13. 8 — 22 Vgl. I. Joh. 3, 2 – 23 Deut. 4, 24: oft von Orig. zitiert, Ζ. B. I, 283, 4ff. II, 142, 4ff. III 138, 20 – 27 Vgl. Deut. 4, 24) [*](3 > Diehl Kl Koe vgl. lat. 5 τὸ] τὼ Η a 14 — 16 παύσεται — ἀπορουμένη <Μ 15 ὢν Koe, vgl. lat. τῶν H 19 <ἀπορουμένης θεοῦ> Kl Koe, vgl. lat. 21 <τοιούτους> Κl, vgl. 24 — 27 πῦρ — Η 25 <ἐν ἡμῖν> Kl, vgl. lat.) [*](11 huic Ephrem y* <L 16ff lat. frei 21 <eum> Diehl 23 et <G L 25 — 27 quoniam – est y* <L)
v.10.p.640
λισκοντος πυρος τα πεφυκοτα υπ ἐκείνου ἀναλίσκεσθαι, τότε οὐκέτι μὲν ἔσται »ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, μόνον δέ ὡς εἶπεν Ἰωάννης φῶς, λέγων · ὁ θεὸς φῶς εστι«. τούτων δέ κινηθέντων πρόσχες εἰ δύνασαι τὸ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς οὕτως ἔχον · »ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, κοὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀφόμεθα αὐτὸν καθώς ἐστι«, τὸν τρόπον τοῦτον ἐκλαβεῖν. νῦν μέν γάρ, κἄν ἀξιωθῶμεν βλέπειν τὸν θεὸν θεὸν νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν »αὐτὸν καθώς ἐστιν« ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῖν γίνεται· ἐπὶ δέ τέλει τῶν πραγμάτων καὶ τῆς »ἀποκαταστάσεως πόντων ὧν ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἐξ αἰῶνος προφητῶν αὐτοῦ«, ὀφόμεθα αὐτόν, οὐχ ὡς νῦν, ὁ οὐκ ἔστιν, ἀλλ' ὡς πρέπει τότε, ὅ ἐστιν.

Ἅπαξ δέ ταῦτα εἰπόντες εἰς τὸ ὡμοιώθη ἡ βασιλεία [*](3 Vgl. Deut. 4, 24 — 5 I. Joh. 1, 5 — 7 I. Joh. 4, 8. 16 — 9/10 Zur Zitationsformel vgl. Harnack TU. 42, 4, 6, A. 3 — 10 I. Joh. 3, 2 — 22 Act. 3, 21 1 τὰ πεφυκότα] i. m. τὰ ἔργα δηλο ΑΒΒREV τῆς ἁμ ABBREV H 12/13 οἴδαμεν + autem lat. 26 ὃ] lat. las καθ᾿ ὃ Koe) [*](1 igni G a I consueta] lat. las εἰωθότα st. πεφυκότα Koe 4 <solum> Diehl, vgl. gr. 7 — est y* <L 8 movimus Kl, vgl. gr. novimus x 9 potes] potest esse L 21 dispositionem sitionem nostram L 24 sanctorum rum y* < L 25 <suorum> vgl. gr. 28 decuerit μ docuerit x)

v.10.p.641
τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ δυνάμεθα καὶ τὴν αἰτίαν εὐρεῖν τοῦ συνεχῶς τὸν σωτῆρα υἱὸν τοῦ ἀνθρώπου ἢ υἱὸν ἀνθρώπου ἑαυτὸν ὠνομακέναι, δηλοῦντα ὅτι, ὥσπερ ὁ θεὸς ἀνθρώπους οἰκονομῶν ὡς ἐν παραβολαῖς ἄνθρωπος λέγεται, τάχα δὲ πως καὶ γίνεται, οὕτως καὶ ὁ σωτὴρ προηγουμένως > υἱὸς ὢν τοῦ θεοῦ καὶ ἐστι καὶ υἱὸς τῆς ἀγάπης αὐτοῦ« καὶ »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου«· οὐ μένει δὲ ἐν ᾧ ἐστι προηγουμένωνς, ἀλλὰ γίνεται κατ' οἰκονομίαν τοῦ ἐν παραβλαῖς λεγομένου ἀνθρώπου ὄντος δέ θεοῦ) υἱὸς ἀνθρώπου, κατὰ τὸ μιμεῖσθαι, ὅταν ἀνθρώπους οἰκονομῇ, τὸν θεόν, λεγόμενον ἐν παραβολαῖς καὶ γινόμενόν πως ἄνθρωπον. καὶ οὐ χρή τινα ἄνθρωπον ζητεῖν κἀκείνου λέγειν υἱὸν εἶναι τὸν σωτῆρα, ἀλλὰ στάντα ἐπὶ τῆς ἐννοίας τοῦ θεοῦ καὶ τῶν λεγουσῶν παραβολῶν αὐτὸν εἶναι ἄνθρωπον συνετῶς ἀκούειν αὐτοῦ λέγοντος ἑαυτὸν υἱὸν τοῦ ἀνθρώπου. Παρ’ ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν <ἀνθρώπῳ> βασιλεῖ, [*](11 Vgl. Joh. 1, 1 - 12 Kol. 1 13; 15 – 19 lat. Vgl. Phil. 2, 7 ? — 29—642,3 Vgl. ΙΙ 246, 2f) [*](1 τῶν οὐρανῶν] τοῦ θῦ Μ 11 > Kl nach Koe, vgl. lat. 17 ὄντως Η a 21 πως] lat. las ὡς Koe 27 ἑαυτοῦ Μ 31 > Lo, vgl. C luc Nr. 48) [*](3 saepe salvator] et saepe salvator vator B saepe salvator et L 3/4 filium se L 11 <est> Kl, vgl. 16. 19 > u. [hominis] Diehl Kl, vgl. gr. <est—deus> KI, vgl. gr. 21 [sed] dei KI, vgl. gr. sed deum Χ 22 fit] sit L)
v.10.p.642
παρὰ δὲ τοῖς κατὰ τὰς γραφὰς λεγομένοις θεοῖς, ὧν »ἐν συναγωγῇ ἔστη ὁ θεός, ἐν μέσῳ θεοὺς« διακρίνων, ἡ βασιλεία τῶν οὐρανῶν ἐστιν ὁμοία ὁμοία θεῷ βασιλεῖ.

ζητήσεις δὲ εἰ, ὥσπερ ἐν ἀνθρώποις τοῖς ὑποδεεστέροις ὅσον ἐπὶ τῇ ἑαυτῶν φύσει) ἀγγέλων καὶ θρόνων καὶ κυριοτήτων καὶ ἀρχῶν καὶ ἐξουσιῶν ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, <οὕτως> ἐν θρόνοις ἡ βασιλεία τῶν οὐρανῶν θρόνῳ βασιλεῖ, κυριότησι δὲ κυριότητι βασιλεῖ, ἀρχαῖς δὲ ἀρχῇ βασιλεῖ, καὶ ἐξουσίαις ἐξουσίᾳ βασιλεῖ. φήσει γάρ τις · τίς ἡ ἀποκλήρωσις τοῖς μὲν ἐλάττοσιν ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν ἀνθρώπῷ βασιλεῖ, τοῖς δὲ κρείττοσιν ἀνθρώπων μὴ τὸ ἀνάλογον τούτῳ γίνεσθαι ;

Οὗτος δὴ ὁ ὁμοιωθεὶς ώπῳ βασιλεῖ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους. καὶ ἐπιστήσεις εἰ, ὥσπερ <ἐπὶ τῶν σωματικῶν> ἄλλη ἡ γαμουμένη νύμφη παρὰ τοὺς καλοῦντας δούλους καὶ τοὺς κεκλημένους εἰς τοὺς γόμους, οὕτως καὶ ἐπὶ τῶν μυστικῶν πραγμάτων οἱ μέν τινές εἰσιν ἀναλαμβανό- [*](2 Ps. 81, 1 – 8ff Vgl. Kol. 1. 16) [*](8 φύσει + et lat. 12 <οὕτως> Koe, vgl. lat. 13 θρώνω H 18 ἐλάττοσι Μ ἐλάττωσιν H | ὡμοιοῦσθαι Μ 28 <ἐπὶ—σωματικῶν > Κl Koe, vgl. lat.) [*](4 regi deo L 10 fit y* fecit L 13 15 regi y* regis L 15 autem] vero G <B I principatui ρ principi x 18 humiHoribus Kl, vgl. gr. hominibus X 31 <servi> Diehl, vgl. 34 constitutionem ρ constitutione x*)

v.10.p.643
μενοι εις το συστημα της νυμφης, ἄλλοι δέ εἰς τὴν τάξιν τῶν ἀποστελλομένεν δούλων καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, κοὶ τρίτοι παρὰ τούτους οἱ κεκλημένοι εἰς τοὺς γάμους. θεὸς δ’ ἄν εἰδείη τὰ διάφορα τάγματα τῶν ψυχῶν ἢ σὺν αὐταῖς καὶ δυνάμεων, καὶ τὴν αἰτίαν τοῦ τούοδε μέν ἐπὶ τὸ σύστημα τῆς νύμφης ἀναλαμβάνεσθαι, ἑτέρους δέ ἐπὶ τοὺς δούλους τοὺς διακονουμένους <ταύτῃ> τῇ κλήσει, κοὶ ἄλλους ἐπὶ τοὺς καλουμένους. ἐν πνευματικοῖς δέ γάμοις κοινωνιαν νόει λόγου νυμφίου <ὑποδοχήν,> τόκον δὲ καλῶς ποιούμενα νύμφης ψυχῆς, γαμουμένης λόγῳ καὶ μὴ φθειρομένης ὑπ' αὐτοῦ, ἀλλὰ καὶ καθ' ἑκάστην τὴν πρὸς αὐτὸν κοινωνίαν ἀφθαρσίας μεταλαμωανούσης καὶ γεννώσης, ὁποῖα γένοιτο ἐκ τοιούτων γόμων λογικὰ γεννήματα.

καὶ ἐν τοιούτοις γόμοις νόει τὸ ἑτοιμαζόμενον ἄριστον ἐκ στερεᾶς ἐν πενυματικοῖς λογίοις τροφῆς. καὶ τὸ στερεὸν τῆς τροφῆς τροπο- [*](29 – 645, 26 ( ?) Vgl. C c Nr. 59 Or. — 31 ff Vgl. Hebr. 5, 12) [*](13/14 <ταύτῃ> DiehlKoe, vgl. 21 <ὑποδοχήν> Diehl, vgl. lat. 22 καλῶς ποιούμενα Kl, vgl. lat. ἐν καλῶ ποιουμένου καὶ M H 27 l. ὁποῖα <ἂν> Kl 29 γενήματα Η a 31 λογίοις Koe λογικῆς Μ ΙΙ λογικοῖς H) [*](2. 12 ordinem Kl, vgl. gr. ordine x 9 earumque — virtutes] lat. versteht falsch 14 numerum Kl numero x 24 cottidie per] lat. las καθ’ ἑκάστην <τὴν ἡμέραν διὰ> τὴν Koe 33 et Kl, vgl. gr. ut x)

v.10.p.644
λογούμενόν μοι νόει ἐν τοῖς ταύροις, ἀλλὰ καὶ τὸ πνευματικὸν τῆς αὐτῆς θεωρίας ἐν τοῖς θυομένοις σιτιστοῖς, κοὶ τὴν ἄλλην δὲ ποικλίαν, τὴν ἀνάλογον τοῖς σωματικοῖς πνευματικὴν θεωρίαν, <ἐν> τῷ καὶ τὰ πάντα ἕτοιμα. ὁ γὰρ βασιλεὺς ἐν δαψιλείᾳ βασιλικῇ ἀξίως τῆς βασιλείας καὶ τοῦ πλούτου ἑαυτοῦ τὸ τοιοῦτον ποιεῖ ἄριστον.

Δοκεῖ δή μοι εὐγενῶν τινων ψυχῶν Ἰσραηλιτικῶν γεγονέναι ἡ προηγουμένη κλῆσις εἰς τοὺς γάμους. προηγουμενως γαρ διὰ τῶν καλούντων τῷ τῆς διδασκαλίας λόγῳ βούλεται ὁ θεὸς ἥκειν εἰς τὴν μακαρίαν ταύτην ἑστίαν τοὺς πρὸς σύνεσιν εὐφυεστέρους. καὶ ἔστιν ἰδεῖν ὅτι οὐ θέλουσιν οἱ τοιοῦτοι ἐλθεῖν εἰς τὴν κλῆσιν, καὶ διὰ τοῦτο ἀποστέλλονται ἄλλοι δοῦλοι προκαλούμενοι τοὺς μὴ θέλοντας ἐλθεῖν καὶ ἐπαγγελλόμενοι, εἰ ἔλθοιεν οἱ κεκλημένοι, μεταλήψεσθαι αὐτοὺς ἑτοιμασθέντος ὑπὸ τοῦ βασιλέως ἀρίστου, καὶ ταύρων τῶν ὡς ἐν καθαροῖς πόντων τῶν καθαρῶν μειζόνων, καὶ σεσιτευμένων τῇ ποικίλῃ κοὶ πολλῇ ἀποδείξει τῶν [*](28 ff Vgl. ΙΙ 247, 7 f : ἤτοι ταῦροι μὲν ἡ λογικὴ κοὶ ὡς ἐν καθαροῖς μείζων τροφή, στιστὰ τὸ πνευματικῶς ἡδὺ (vgl. Ζ. 2 gr., 1 lat.) τῆς θεωρίας κτλ. — 31 – 645,5 Vgl. II 247, 8f) [*](2 καὶ] <τὸ ἡδὺ καὶ τὸ τερπνὸν> κατὰ Koe, vgl. lat. u. II 5 ποικιλίαν] danach Liicke ? Koe, vgl. lat. 6 <ἐν> 7 TOJ] τοῦ Μ | τὰ <M 12 ψυχῶν + et lat. 21 ἰδεῖν + plertimqne lat. 22 εἰς + istam lat.) [*](5 et <L 7 dignus (lat. las ἄξιος)] digno G digna L 11 autem] enim B 26 quia <GL 26 27 invitati + quod G a 30 mundiora] lat. las μειζόνως > ? Koe)

v.10.p.645
εἰς ἕκαστον πρόβλημα νοημάτων. οἱονεὶ γὰρ σιτιστὸν παρατίθησι λόγον ἢ διηρημένον καὶ ἐν τροπολογίᾳ λεγόμενον τεθυμένον ὁ τὴν περὶ τοῦ Προκειμένου προβλήματος ἀπόδειξιν πολλὴν φέρων καὶ πλήρη. ὡς εἰ καθ’ ὑπόθεσιν) ὀλίγα τινὰ κοὶ ἀσθενῆ φέροιτο εἰς τὴν τῶν προβλημάτων ἀπόδειξιν κατὰ τὰ δοκοῦντα κατασκευάζειν αὐτά, εἶεν ἄν τὰ τεθυμένα λεπτά τινα καὶ ἰσχνὰ κοὶ (ἵν᾿ ὁμοίως ξηρὰ καὶ ἄσαρκα. ἀλλ' οὐ τοιαῦτα τὰ ἑτοιμασθέντα ἐν τῷ τοῦ βασιλέως ἀρίστῳ, ἐν ᾧ φησιν· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, οὕτω δέ καὶ τὰ πάντα ἕτοιμα, ἵν' ἐν τῇ στάσει τῶν παίδων κοὶ τῇ λειτουργίᾳ τῶν πνευματικῶν οἰνοχόων ἕκαστος τῶν διακόνων φέρῃ εἰς τὸ ἄριστον τεταγμένος ἐκεῖνα μάλιστα, ἐν οἶς ἔμαθε διακονεῖσθαι. καὶ προτρεπόμενός γε τοὺς (ὡς εἶπον) κατὰ τὴν παραβολὴν δευτέρους, εἶπε τὸ ἰδοὺ τὸ ἄριστον ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα. καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γόμους.

[*](3 ἢ] καὶ Koe 8 l. <προ> φέροιτο ? Κl, vgl. lat. ἰσχνὰ + et macra lat. 13 ἄσαρκα + verba lat. 16 τὰ <Μ 24 τεταγμένως H)[*](2 <varia et> Diehl, vgl. gr. 6 <et plenam> Diehl, vgl. gr. 12 tennia + esse B L)
v.10.p.646

23. Ἀλλ' οι προηγουμενως καλούμενοι ὡς πτωχοὶ καὶ ἄποροι τὸν νοῦν ἀμελήσαντες ἀπῆλθον, περιέποντες τὰ ἴδια καὶ εὐφραινόμενοι μᾶλλον ἐπ' αὐτοῖς ἢ οἶς ἐπηγγέλλετο διὰ τῶν ἀποσταλέντων δούλων ὁ βασιλεύς. καὶ ὅρα ὅτι ὁ μέν τις αὐτῶν ἔχων ἴδιον ἀγρὸν οὐκ ἦλθεν εἰς τοὺς γόμους, ὁ δὲ ἐμπορίαν I κεκτημένος μιμεῖσθαί πως θέλων τὰ λεγόμενα ἐν τῇ περὶ τοῦ ἐμπόρου τῶν μαργαριτῶν παραβολῇ, ζητοῦντος τοὺς »καλοὺς μαργαρίτας« κοὶ εὑρόντος »ἕνα πολύτιμον« καὶ ἀποδομένου τοὺς πολλούς, ἶνα ἀγοράσῃ τὸν ἔνα. πλὴν οὐκ αἴσιος ἡ ἐμπορία αὕτη, ἐφ’ ἥν ἀπελθὼν ὁ κεκλημένος οὐ μετέλαβε [*](27f Vgl. Matth. 13, 45 f — 30 f Vgl. II 248, 5f) [*](15 Πτωχοὶ τι sensu lat. | τὸν νοῦν] sermone lat. 24 κεκτημένος Koe, vgl. lat. κέκτηται Μ H) [*](16 egenos] das adj. gehort im lat. auch S. 647, 24 zu invitatores 19 <transmissos> Kl nach vgl. gr. 21 proprium + quendam G L)

v.10.p.647
τοῦ ἑτοιμασθέντος τῷ βασιλεῖ ἀρίστου κοὶ τῶν τεθυμένων ταύρων κοὶ σιτιστῶν καὶ πάντων τῶν ἑτοίμων. ὅσοι μέν οὖν τῶν διορατικῶν κληθέντες οὐκ ἔρχονται εἰς τὴν κλῆσιν, οὐ μὴν καἲ τοὺς ἀποσταλέντας δούλους ἐπὶ τὸ καλεῖν ὑβρίζουσι καὶ ἀναιροῦσι, μετριώτεροί εἰσι τῶν ταῦτα τετολμηκότων καὶ ἀναπαύονται ὅς μέν εἰς τὸν ἔδιον ἀγρόν, ὅς δέ ἐπὶ τῇ ἐμπορίᾳ αὐτοῦ. οἱ δὲ εἰσί. δοκεῖ δή μοι ὅτι ἐκπεπτώκασιν οὗτοι ἐπὶ παρασκευὴν ἐρισικῶν καὶ σοφιστικῶν λόγων, ἐν οἷς κρατοῦντες τῶν ἀποστελλομένων δούλων οὐ παρεσκευασμένων μένων πρὸς τὸ λύειν σοφίσματα ἢ κρατεῖν δοκοῦντες. ὑβρίζουσι τοὺς διακονουμένους τῇ κλήσει. καὶ ἔστι γε ἰδεῖν τοὺς προσπεπονθότας τῇ ἀσκήσει τῶν θείων λόγων καὶ μετὰ τῆς θείας σοφίας βουλομένους αὐτοὺς πρεσβεύειν, ὑβριζομένους ὑπὸ τῶν διορατικῶν μὲν οὐ βουλομένων δέ πιστεύειν πιστεύειν τῇ ἀληθείᾳ· τινὰς δέ αὐτῶν καὶ ἀναιρουμένους ὑπ' ἐκείνων, οἷς ὁ βασιλεὺς ὀργισθῆναι λέγεται, ἐπειδὴ ἔφθασε ἡ« καλουμένη »ὀργὴ ἐπ' αὐτούς«.

Τό δέ ἔργον τῆς ὀργῆς ἐστι [*](24 Vgl. I. Kor. 1, 26 — 32 I. Thess. 2, 16 — — 648,4 Vgl. II 248, 4f) [*](10 raura] talia lat . 21 ἔστιν ἰδεῖν Μ 27 αὐτοὺς Hu, vgl. lat. αὐτὸν Μ H 30 αὐτῶν Koe αὐτοὺς Μ H 32/33 ἔφθασε — ὀργὴ Kl φθάσαι τὴν καλουμένην ὀργὴν Μ H 33 αὐτοὺς + usque in finem lat.) [*](5/6 1. invitati ? Ivl, vgl. gr. 6 <ad vocationem> Diehl, vgl. gr. 8 et] nec L 10 quidam B L <R G 13 sunt] l. sint ? Diehl Kl)

v.10.p.648
πεμφθῆναι τὸ στράτευμα τοῦ βασιλέως, ἤτοι τὸ πλῆθος τῆς οὐρανιου στρατιας« η τους τεταγμενους ἐπὶ τῶν κολάσεων ἀγγέλους· καὶ ἀναιροῦσί γε τοὺς φονεῖς τῶν διακόνων τοῦ λόγου καὶ πᾶσαν τὴν πόλιν αὐτῶν ἐμπίπρησιν ὁ βασιλεύς. οἱονεὶ γὰρ πόλις <ἀσεβῶν> σύστημα καθ' ἕκαστόν ἐστι τῶν συγκεκροτημένων ἐν τῇ σοφίᾳ τῶν ἁρχόντων τοῦ αἰῶνος τούτου« δογμάτων, ἥν ἐμπίρησιν ὁ βασιλεὺς κοὶ ἔξαφανίζειν, ὡς ἐκ μοχθηρῶν οἰκοδομημάτων συνεστηκυῖαν. καὶ ἐπάν ποτε κατανοήσῃς καθαίρεσιν εἴτε »ψευδωνύμου Ι γνώσεως» εἴτε ὁποιωνποτοῦν λόγων ἐπαγγελλομένων ἀλήθειαν, καὶ ἀνατροπὴν αὐτῶν γενναίαν, μὴ ὄκνει λέγειν τὸ τοιοῦτον γεγονέναι ὑπὸ τῶν στρατιωτῶν τοῦ θεοῦ ἐμπιπράντων τὰς τῶν ἐχθρῶν τῆς ἀληθείας <τοῦ θεοῦ> πόλεις. ἐνεπρήσθη μέντοι καὶ ἡ πόλις τῆς Ἰουδαϊκῆς διδασκαλίας μετὰ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν, ἧς ἐμπρησθείσης εἶπε τοῖς δούλοις αὑτοῦ ὁ βασιλεὺς ἀπο- [*](2 Vgl. Luc. 2, 13 — 8fff Vgl. Orig. Sel. in Ez. 6,8 (Lomm. 14, 90): »πόλεις πόλεών« εἰσιν οἱ αἱρέσεις • ἑκάστη γὰρ αἵρεσις ἴδιον νόμον ἔχει καὶ ἰδίαν πολιτείαν ; Harnack TU. 42, 4, 61 f – 10 Vgl. I. Kor. 2, 6 – 14ff Vgl. den Titel von ’ Hauptwerk: ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως — Vgl. I. Tim. 6, 20 - 22 Vgl. Rom. 1, 25) [*](3/4 τεταγμένους] καλουμένους Μ 8 — 12 οἱονεὶ — βασιλεύς <Μ 8 οἱονεὶ] puto lat. | > Diehl KI Koe, vgl. lat. 15 κατανοήσῃς Kl nach Koe κατανοήσαις Μ H 17 ἐπαγγελλομένων υ ἐπαγγελομένων Μ H 20 στρατιῶν H 22 > Koe, vgl. lat. 24 τοῦ <H 26 βασιλεὺς + id est lat.) [*](6 siiccendunt] anders Ζ. 11 u. gr. 7 impiorum est L 17 <eorumque> Kl Koe, vgl. gr.)
v.10.p.649
στόλοις ριστοῦ ἢ ἀγγέλοις θεοῦ τεταγμένοις ἐπὶ τῆς κλήσεως τῶν ἐθνῶν· ὁ μέν γάμος ἔτοιμος, οἱ δέ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. κοὶ ἔστιν ἰδεῖν ἀπὸ πάσης ὁδοῦ ἰδιωτικῶν καὶ οὐκ ἰδιωτικῶν δογμάτων τῶν κατὰ τὰ ἔθη τῶν ἐθνῶν καὶ πόλεων καὶ κωμῶν κοὶ τόπων τοὺς καλουμένους εἰς τοὺς γάμους ἀπὸ τῶν προσταχθέντων τοῦτο ποιεῖν. ἐξελθόντες δέ οἱ δοῦλοι, εἴτε ἐπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ οἱ Χριστοῦ ἀπόστολοι, εἴτε ἀπὸ τῶν ἔνδον ὁρίων ἐν οἷς ἦσαν οἱ μακάριοι ἄγγελοι, καὶ ἐλθόντες εἰς τὰς ὁδοὺς καὶ συνήγαγον καὶ συνάξουσι πάντας οὕς ἐὰν εὕρωσι, πονηροὺς ***, ἵνα ἀποθέμενοι τὴν πονηρίαν τὸ τὸ ἀλλότριον τοῦ γόμου ἔν δυμα) καὶ ἐνδυσάμενοι μετὰ τῶν λεγομένων <ἔργων> ἀγαθῶν τὸ δυμα τοῦ γόμου πληρώσωσι τὴν τοῦ γόμου ἑστίαν ἑαυτῶν ἀνακειμένων.

[*](1 f Vgl. Hebr. 1, 14 ? — 23f Vgl. Rom. 13, 12?)[*](3 ἐθνῶν + dicens lat. 9 ἰδιωτικῶν Koe, vgl. lat. ἰδιωτικῆς MH Ι οὐκ] Hu, doch vgl. lat. 11 κομῶν H 18 οἶς Hu, vgl. lat. w Μ Η 24 *** Kl, es scheint zu fehlen τε καὶ ἀγαθούς· καὶ τοὺς μὲν πονηρούς> 27 <ἔργων> Kl Koe, vgl. lat.)[*](2 paratae + sunt B L 6 et peritorum y* <L 9 <et locorum> Diehl Kl, vgl. gr. 23 *** Kl vgl. zu gr. Ζ. 24 27 1. <dicta> sunt ? Diehl, vgl. gr.)
v.10.p.650

Ἐπὰν οὖν πλησθῇ γάμος ἀνακειμένων καὶ προσαναπαυσαμένων τῇ πίστει καὶ τῇ θεοσβείᾳ, τότε εἰσελεύσεται ὁ βασιλεὺς ἐπιθεωρῆσαι καὶ κρῖναι περὶ τῶν ἀνακειμενων, ινα τον μεν ουκ εχοντα ἔνδυμα γόμου ἐλέγξας κολάσῃ, τοῖς δέ λοιποῖς τὸ ἠτοιμασμένον ἄριστον παραθῇ καὶ τὰ τεθυμένα σιτιστὰ μετὰ τῶν ταύρων καὶ τὰ λοιπὰ πάντα οσα ητοιμασεν. ἕνα δέ εἶδε τὸν ἐνδεδυμένον ἐνδεδυμένον ἔνδυμα γόμου, εἰς ἔν γένος ἢ εἶδος ἀναφέρων τοὺς τὴν πρὸ τῆς πίστεως κακίαν τηρήσαντας καὶ μὴ ἀποδυσαμένους αὐτήν. κοὶ μέμφεταί γε τῷ τοιούτῳ, ὡς κακῶς ποιήσαντι κατὰ τὸ τετολμηκέναι εἰσελθεῖν εἰς τοὺς τοιούτους γόμους μὴ ἀναλαβόντι τὸ τοῦ γόμου ἔνδυμα, τὸ ὕφασμα τῆς ἀρετῆς, τὸ λαμπρὸν ἱμάτιον, περὶ οὗ Σολομῶν ἐν Ἐκκλησιαστῇ ἐνετείλατο λέγων· ἐν παντὶ κοιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά. φιμοῦται δέ ὁ τολμήσας εἰσελθεῖν χωρὶς ἐνδύματος γόμου εἰς τὸν λαμπρὸν τοῦτον γόμον [*](14 ff Vgl. Hier. in Matth. 176 B: unus iste omnes, qui sociati sunt malitia, intelleguntur — 18 ff Vgl. Hier. in Matth. 176 C: arguit inpudentiae, quod veste scrdida munditias polluerit nupticdes — 22 f Vgl. C c Nr. 61 (Mitte) Or. II 249, 7 — 25 Prediger 9, 8) [*](5/6 + qualitate lat. 14 εἶδε Kl, vgl. lat. οἷδε Μ ( ?) H 17 κακίαν + post fidem lat. οὗ <καἲ> Koe, vgl. lat. 26 σου Hu μου H <M) [*](2 recumbentibus et y* <L 4 hac R G c B <G a L | dei x* — et ρ 19 et <L 22 digna] lat. las τὸ > τοῦ Koe)

v.10.p.651
καὶ οὐ δύναται λέγειν· ὅστις ὡς ἄξιος κολάσεως καὶ κρίσεως καταδικάζεται ὑπὸ τοῦ ειπόντος τοῖς διακόνοις ἄλλοις <ἄλλοις> τὰ στρατεύματα), ἵνα δήσατντες αὔτοῦ πόδας καὶ χεῖρας οἷς οὐκ εἰς δέον ἐχρήσατο οὔτε γὰρ ἥν ἔδει πορείαν περιεπάτησεν οὔτε ἅς ἐχρῆν πράξεις ἐπετέλεσεν), ἐκβάλωσιν αὐτὸν οὐ μόνον ἔξω τῆς ἕστίας τοῦ γάμου ἀλλὰ καὶ εἰ <σβάλωσιν εἰ> τὸ ἐξώτερον σκότος καὶ πάντη φωτὸς ἀμιγές, ἵνα διψήσας φωτὸς μετὰ τὸ γεγονέναι ἐν σκότῳ τῷ ἐξωτέρῳ κλαύσῃ πρὸς τὸν δυνάμενον αὐτὸν εὐεργετῆσαι κἀκεῖθεν ῥύσασθαι θεόν, καὶ τοὺς ὀδόντος βρύξῃ τοὺς διὰ τὴν κακίαν φαγόντος τὸν ὅμφακα καὶ διὰ τοῦτο αἱμωδιάσαντας. τοῦ γὰρ φαγόντος τὸν ὄμφακα οἱ ὀδόντες« αἱμωδιάσουσιν · ὀμφακα δὲ κἀκεῖ νομιστέον λέγεσθαι τὴν κακίαν τοῦ μὴ ἐπιλανθανομένου τῶν »ὀπίσω« μηδ᾿> τοῖς ἐμπροσθ« ἀλλὰ παραμείναντος αὐτῇ, δέον ὁδεῦσαι ἐπὶ τὸ πέπειρον καὶ γλυκεῖαν ποιῆσαι τὴν τῆς ἀρετῆς σταφυλήν.

[*](5ff Vgl. Hier. in Matth. 176 D: vel certe ideo ligantur manus et pedes, ut maleoperari et currere desisiant ad effundendum sanguinem — 13 Vgl. II 250, 8 — 18. 21 Vgl. Jer. 38, 29 – 24ff Vgl. Phil. 3, 13)[*](8 πορείον + ad homim aliqtiando lat. 9 πράξεις + bonos lat. 11 εἰ- <σβάλωσιν εἰ>ς Kl nach Diehl Koe, vgl. lat. 17 βρύξυ H 18 τὴν < H a 24 <ἐπιλανθανομένου—μηδ᾿> Kl, vgl. 25 ἐπεκτεινομένους Μ 28 καὶ γλυκεῖαν ~lat. | τῆς] alicuius lat. 29 ἀρετῆς + nmnducabilem lat.)[*](8/9 concurrerat G 10 eiciant] et eiciunt GL 13 ab <L 14 iniciant R B iniciunt G L 16 <d> Diehl Koe, vgl. gr. | eius] eum G a ? L 18f acerba manducaverant malitia L 28 offerre] lat. las παραστῆσαι st. ποιῆσαι Diehl)
v.10.p.652

Ἐπιφέρει δὲ ὅλη τῇ παραβολῆ διὰ μέν τοὺς πολλοὺς τῶν κεκλημένων καὶ μὴ γενομένων ἀξίων τὸ πολλοὶ γάρ εἰσιν κλητοί, διὰ δὲ τοὺς εἰσελθότας εἰς τόν γόμον κοὶ ἀνακλιθέντας ἐκεῖ ὡς ὀλίγους τὸ ὁλίγοι δὲ ἐκλεκτοί. καὶ εἴ τίς γε κατανοήσαι τὰ πολυάνθρωπα ἀθροίσματα τῶν (ἵνα ἁπλούστερον ὀνομάσω) ἐκκλησιῶν καὶ ἐξετάσαι, πόσοι μέν οἱ βιοῦντες ἐπιεικέστερον καὶ μεταμορφούμενοι »τῇ ἀνακαινώσει τοῦ νοός«, πόσοι δὲ οἱ ῥᾳθυμότερον πολιτευόμενοι καὶ συσχηματιζόμενοι »τῷ αἰῶνι τούτῳ«, ἴδοι ἄν ὅτι χρήσιμός ἐστιν ἡ λέγουσα τοῦ σωτῆρος φωνή · πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί. Καὶ ἀλλαχοῦ λέλεκται· »πολλοῖ ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσι« καὶ »ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι ὀλίγοι εὑρίσκουσιν αὐτήν«.

Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ καὶ τὰ ἑξῆς [*](1 ff Vgl. II 250, 11 ff— 8 ff Vgl. Orig. hom. 4, 3 in Jer. (III, 25, 16ff): κοὶ ἀληθῶς ἐὰν κρίνωμεν τὰ πράγματα ἀληθείᾳ καὶ μὴ ὄχλοις, καὶ κρίνωμεν τὰ πράγματα προαιρέσει καὶ μὴ τῷ βλέπειν πολλοὺς συναγομένους, ἀψόμεθα νῦν ὡς οὐκ ἐσμὲνπιστοί κτλ. u. ö a? vgl. Harnack TU. 42, 4, 109 A. 1. 114 - 14. 16 Vgl. äm. 12, 2 — Luc. 13, 24 - 23 Luc. 13, 24, vgl. Matth. 7, 14b) [*](5 εἰσιν + οἱ H 7 ἀνακλιθέρντας Hu ἀνακληθέντος Μ H | ὡς < Μ 11 ἀπλουστέρων Η a 22/ 23 ísxqy- δουδιν H) [*](8 autem] vero L 26 tunc] secundum mathm. XXII. In illo tempore L)

v.10.p.653
εως του καὶ ἀφέντες αὐτὸν ἀπῆθον (Matth. 22, 15-22).

Τὸ βούλημα τῆς ἐκκειμένης λέξεως κατὰ τὸ ῥητὸν τοιοῦτον εἶναί μοι φαίνεται. Ἰουδαῖοι, ἅτε ἰδίαν ἔχοντες τὴν κατὰ τὸν Μωσέως νόμον διδασκαλίαν κοὶ πολιτείαν ἀπεξενωμένην τῆς τῶν ἐθνῶν ἀγωγῆς καὶ δόγμα ἔχοντες τὸ λέγον· »ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος πολεμήσει περὶ σοῦ«, ἀνθίσταντο τοῖς κρατοῦσιν αὐτῶν ἔθνεσιν ὑπέρ τοῦ μὴ παραβῆναι τὸν νόμον τοῦ θεοῦ. καὶ πολλάκις γε ἄρδην ἀπολέσθαι κεκινδυνεύκασιν ἐπὶ Ῥωμαίων βουλομένων ἀνδριάντα Κάισαρος εἰσαγαγεῖν εἰς τὸν νεὼν τοῦ θεοῦ, ἀνθιστάμενοι καὶ κωλύοντες τοὺς ἰσχυροτέρους αὐτῶν γενομένους ἐκ τοῦ ἡμαρτηκέναι Ἰουδαίους. εὕρομεν δέ ἐκ τῶν κατὰ τὸν χρόνον Τιβερίου Καίσαρος ἱστοριῶν γραφάς, ὡς ὄρα ἐπὶ Ποντίου Πιλάτου ἐκινδύνευσεν ὁ λαός, τοῦ μέν Πιλάτου βιαζομένου ἀνδριάντα Καίσαρος ἀνα- [*](16 Sir. 4, 28 — 27ff Vgl. Josephus Ant. XVIII, 1 f. 4. 11; Bell. II, 8f; Harnack TU. 42, 4, 51) [*](8 ἀπῆλθον + ερὶ (!) τῶν ἐπερωτσάντων διὰ τὸν κῆνσον H 10 τὸ] ὸ (!) H am Anfang d. Zeile 15 τῆς] omni lat.) [*](5/7 dic — non] OineUa Origenis de eadem lectione L 7 aut non] an non B 13 conversationem umfaCt wohl διδασκαλίαν καὶ πολιτείαν Elt 31/32 templo L)

v.10.p.654
θεῖναι ἐν τῷ ναῷ τῶν δὲ καὶ παρὰ δύναμιν κωλυόντων · τὸ δ’ ὅμοιον ἀναγέγραπται γεγονέναι καὶ κατὰ τοὺς χρόνους Γαΐου Καίσαρος. καὶ στοχαζόμεθα ὅτι, ὅσον μὲν ἀπεσκοπεῖτο ὁ λαὸς καὶ τὸν λεγόμενον κατὰ τοὺς προφήτας φραγμὸν περιτετείχιστο »ὁ ἀμπελὼν τοῦ γυρίου οἶκος Ἰσραήλ, καὶ τὸ ἠγαπημένον νεόφυτον αὐτοῦ ἄνθρωπος Ἰούδα«, οὐδὲν τηλικοῦτον ἐγένετο. τὸ παραδοξότατον δέ· αὐτὸς πρῶτος ἐτόλμησε μιᾶναι τὸν ναὸν τοῦ θεοῦ ὁ Πιλᾶτος, ᾧ παρέδωκαν τὸν Ἰησοῦν.

Καὶ κατὰ τὸν χρόνον οὖν τοῦ σωτῆρος, ἡνίκα φόρον ἐπετάχθησαν δοῦναι Ἰουδαῖοι Ῥωμαίοις, σκέψις καὶ βουλὴ ἦν ἐν Ἰουδαίοις περὶ τοῦ πότερον καθήκει τοὺς ἀνακειμένους τῷ θεῷ καὶ μερίδα ὄντος αὐτοῦ διδόναι φόρον τοῖς ἄρχουσιν ἢ ὑπὲρ ἐλευθερίας πολεμεῖν, εἰ μὴ συγχωροῖτο ζῆν ὡς βούλονται, [*](2. 12 Vgl. Josephus Ant. XVIII, If. 4. 11; Bell. II, 8 f ; Harnack TU. 42, 4, 51 — 7 Vgl. Jes. 5, 2 — 8 Jes. 5, 7 — 21ff Vgl. Hier. in Matth. 177 A: nuper . . . ludaea subiecta Romanis . . . stipendiaria facta fuerat, et erat in populo magna seditio, dicentibus aliis . . . debere tributa persolvi . . . , Pharisaeis vero . . . e contrario nitentibus, non debere populum dei . . . humanis legibus stihiacere — 26 Vgl. Deut. 32, 9) [*](1 λαῶ Μ 5 στοχαζόμεθα > Koe, vgl. lat. 6 λαὸς + deus lat. 7 φραγμὸν + dominicae tuitionis lat. 8 ὁ ἀμπ.] quasi vinea lat. 11 ἐγένετο + eis lat. 28 συγχωρεῖν τὸ H) [*](3 cai Bc gai B a G L 6 > Kl, vgl. gr. 7 tuitionis] visitationis B 11 popukim] lat. las λαὸν st. ναὸν 22 <Iudaei> Diehl, vgl. gr.)

v.10.p.655
καὶ μὴ διδόναι φόρον. καὶ ἱστόρηται ὅτι Ἰούδας μὲν ὁ Γαλιλαῖος, οὗ μέμνηται καὶ Λουκᾶς ἐν τοῖς τῶν ἀποστόλων Πράξεσιν, ἀποστήσας πολὺ πλῆθος Ἰουδαίων, ἐδίδασκε μὴ δεῖν διδόναι Καίσαρι φόρον μηδἐ γύριον ἀναγορεύειν τὸν Καίσαρα· ὁ δὲ κατὰ τὸν καιρὸν αὐτοῦ τετράρχης πείθειν ἐβούλετο τὸν λαὸν εἴκειν τῇ παρούσῃ κατατάσει κοὶ μὴ αὐθαίρετον αἱρεῖσθαι πρὸς ἰσχυροτέρους πόλεμον, διδόναι δέ τοὺς φόρους. καὶ ἡ προκειμένη δέ τοῦ εὐαγγελίου λέξις οὐ σαφῶς μέν <ἀλλὰ> ἐμφαίνει τὰ τοιαῦτα, δὲ δυναμένῳ βεβασανισμένως ὁρᾶν τό ἐκκείμενον ῥητὸν παρίστησι ταῦτα οὕτως ἔχειν. χώραν γὰρ οὐκ εἶχον <ἂν> Φαρισαῖοι βουλόμενοι ἐν λόγῳ τὸν Ἱησοῦν, ἀποστείλαντες ἑαυτῶν τοὺς μαθητὰς μετὰ τῶν Ἡρωδιανῶν πυθέσθαι τοῦ Ἰησοῦ, πότερον ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ, εἰ ὁμολο . γούμενον ἦν ὅτι οὐ δεῖ δοῦναι. καὶ εἰ συμπεφωνημένον ἦν τὸ > διδόναι.

Καὶ ὅρα εἰ μὴ δηλοῦται τὰ τῆς ἐκκειμένης ἱστορίας ἐκ τοῦ τοὺς [*](2ff Vgl. Act. 5, 37; Josephus Ant. XVIII, If — 8ff Vgl. Hieron. in Matth. 177 B: Caesar Augustus Herodem . . . regem ludaeis Iudaeis qui tributis praeesset et Romano pareret impcrio) [*](15 <ἀλλὰ> Kl Koe, vgl. 19 iavy Diehl, vgl. lat. 25. 28 ἦν + apud eos lat, 25 δεῖ δοῦναι Kl nach Hu, vgl. lat. διδόναι M H 28 τὸ > Koe, vgl. lat. ὅτι MH) [*](2/3 quidem ρ quidam x* Pasch 4 et X Pasch ρ 5 avellens x* evellens ρ 7/8 dominum + neque y 24 eum] 1. lesum ? Dielil, vgl. gr. 26 aut] an B)

v.10.p.656
βουλομένους παγιδεῦσαι ἐν λόγω̣ τὸν Ἰησοῦν Φαρισαίους μὴ μόνους ἀπεσταλκέναι τοὺς μαθητὰς ἑαυτῶν πευσομένους περὶ τοῦ κήνσου, ἀλλὰ μετὰ τῶν Ἡρωδιανῶν. εἰκὸς γὰρ ὅτι ἐν τῷ λαῷ τότε οἶ μὲν διδάσκοντες τελεῖν τόν φόρον Καίσαρι ἐκαλοῦντο Ἡρωδιανοὶ ὑπὸ τῶν μὴ θελόντων τοῦτο γίνεσθαι· οἱ δὲ φαντασίᾳ ἐλευθερίας κωλύοντες διδόναι τόν φόρον τῷ Καίσαρι, ἐδόκουν εἷναι οἶ ἀκριβοῦντες τὰ Ἰουδαίων μαθήματα Φαρισαῖαι. εἰ δὲ μὴ βούλεταί τις ταῦθ’ οὕτως ἔχειν, δηλωσάτω πῶς βουλόμενοι αὐτὸν παγιδεῦσαι ἐν λόγῳ ἀποστέλλουσι τοὺς ἑαυτῶν μαθητὰς οἱ Φαρισαῖοι, ἀποστέλλουσι δέ καὶ τοὺς Ἡρωδιανοὺς πευσομένους περὶ τοῦ φόρου. ποία γὰρ παγὶς ἦν ἐν τῷ ἀποκρίνεσθαι τὸν Ἰησοῦν, εἴτε βούλεται κῆνσον δίδοσθαι Καίσαρι εἴτε μή, εἰ μὴ (ὡς ἀποδεδώκαμεν) κωλύοντος μὲν αὐτοῦ διδόναι κῆνσον Καίσαρι, ἔμελλον Ἡρωδιανοὶ παραδιδόναι αὐτὸν Ῥωμαίοις, ὡς ἀποστασίαν διδάσκοντα, ἐπιτρέποντος δέ οἱ Φαρισαῖοι ἔμελλον κατηγορεῖν τοῦ Ἰησοῦ ὡς βλέποντος εἰς πρόσωπον ἀνθρώπου μὰλλον ἤπερ διδάσκοντος ἐν ἀληθείᾳ τὴν ὁδὸν τοῦ θεοῦ; βασάνισον δέ παρὰ σαυτῷ ὅτι οἱ τῶν Φαρισαίων [*](5ff Vgl. Hieron. in Matth. 177 C : seii quos iyihidentes Pharisaei, quia Romanis iributa solvehant, Herodianos vocabant – 6f Vgl. II 252, 3f) [*](7 τελεῖν] oportere dare lat. 15 δηλωσάτω Koe σωσάτω Μ H 21 ἀποκρίνασθαι H 22 διδόναι Μ 34 σαυτῷ + et vide lat.) [*](1 <Pharisaei> Diehl, vgl. 5/6 docebant Kl, vgl. gr. dicebant Χ 27 <Herodiani> Diehl Kl, vgl. 1 secessionis? Koe 28 dare B 32 autem <tecum> Diehl, vgl. gr.)
v.10.p.657
μαθηταὶ λέγοντες · διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου οἷον προκαλοῦνται αὐτὸν διὰ <τούτου> ἐπαίνου ἐπὶ τὸ μὴ λαβεῖν πρόσωπον τῶν Ἡρωδιανῶν καὶ τῶν οἵ ἐφρόνουν τὰ Καίσαρος, ἴνα ἀπφηνάμενος κατὰ τὸ βούλημα τῶν Φαρισαίων περὶ τοῦ μὴ δεῖν Καίσαρι διδόναι φόρον, ὑπαὐτῶν παραδαθῇ τοῖς Ἡρωδιανοῖς. ὅρα δὲ καὶ γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πανουργίαν αὐτῶν εἶπε· τί με πειράζετε, ὑποκριταί; οὐκοῦν ἤδει πειραζόμενος ὑπὸ τῶν Φαρισαίων μετὰ πανουργίας αὑτῷ προσερχομένων, ἶν’ ὅ τί ποτ’ ἄν ἀποκρίνηται ἐκ τῆς ἀποκρίσεως ἐπιβουλεύσωσιν αὐτῷ.

Ταῦτα μὲν οὖν ἐκ τοῦ προκειμένου εὐαγγελίου λελέχθω εἰς τὸν τόπον ὡς πρὸς τὴν λέξιν, οἶς συνᾴδει καὶ τὰ τοῦ Μάρκου καὶ τοῦ Λουκᾶ ῥητὰ [*](6ff Vgl. Hieron. in Matth. 178 A: hlanda et fraudulenta interrogatio illuc provocat respondentem, ut magis deum quam Caesarem timeat et dicat non debere tributa solvi, ut statim audientes Herodiani seditionis contra Romanos principem teneant — 15 Zu πανουργίαν vgl. Hautsch TU. 34, 2 a, 75) [*](6 ἀνθρώπου (so G Θ usw. im Ν Τ)] hominum lat. 7 > Diehl Kl Koe, vgl. lat. 9 καὶ τῶν <lat. 10 lat. las ἀποκρινάμενος ? Diehl 24 ἤδη M) [*](1 in veritate doces G 2 curae B 7 ut y* (Pasch) aut L 11 > Diehl, vgl. gr. 19. 21 eis] illis L)

v.10.p.658
περὶ τῶν ὁμοίων ὡς δυνατόν σοι παραθεμένῳ τὰ εὐαγγέλια καὶ συνεξετάζοντι αὐτὰ ἀλλήλοις ἰδεῖν · οὐκ ἄλλος γὰρ νοῦς ἐστι παρὰ τοῦτον εἰρημένος τῷ Ματθαίῳ περὶ τῶν κατὰ τὸν τόπον, καὶ παραπλησίως Ματθαίῳ παρὰ τῷ Μάρκῳ. ἅμα δέ καὶ διδασκόμεθα ἀπὸ τοῦ σωτῆρος ἡμῶν μὴ τοῖς ὑπὸ τῶν πολλῶν λεγομένοις καὶ διὰ τοῦτο ἐνδόξοις φαινομένοις προφάσει τῆς εἰς θεὸν εὐσεβείας προσέχειν, ἀλλὰ <τοῖς> ὑπὸ τῆς ἐξετάσεως τῆς ἀκολουθίας τοῦ λόγου παρισταμένοις. πρόσχες γὰρ ὅτι, ζητουμένου τοῦ εἰ δεῖ διδόναι Καίσαρι κῆνσον ἢ μή, οὐχ ἁπλῶς ἀπεφήνατο τὸ δοκοῦν ἑαυτῷ ἀλλὰ εἰπὼν ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου ἐπύθετο, τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή, καὶ εἰποῦσιν ὅτι Καίσαρος , ἀπεκρίνατο ὅτι δεῖ ἀποδιδόναι τῷ Καίσαρι τὰ αὐτοῦ αἰτοῦντι καὶ μὴ ἀποστερεῖν αὐτὸν τῶν ἰδίων φαντασίᾳ θεοσεβίας· οὐ δήπου δὲ τὰ μέν Καίσαρος ἀποδιδόναι δεῖ τῷ Καίσαρι οὐχὶ δέ καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ, κοὶ οὐ κωλύεταί τις ἀποδιδοὺς Καίσαρι τὰ Καίσαρος ἀποδιδόναι τῷ θεῷ τὰ τοῦ θεοῦ.

Δύναται δέ τις τὰ κατὰ τὸν τόπον οὕτως τροπολογῆσαι. συνεστήκαμεν ἐκ ψυχῆς καὶ σώματος (ὑπερκείσθω δὲ νῦν λέγειν ὅτι καὶ πνεύματος) κοὶ ὀφείλομέν τινα διδό- [*](6 Η a 13 <τοῖς> Koe 22 δεῖ <M 24 αὐτὸν] οὐτῶ Μ a 27 τῷ Μ a 29 καὶ + enim lat. 85 λέγειν <H <) [*](13 *** Diehl, vgl. gr. 16 aut] an B 18 ei x* eis μ 20 <imago et> Kl, vgl. gr. 23 1 petenti> ? Kl nach Diehl, vgl. gr.)

v.10.p.659
ναι ωσπερει φορον σωματων αρχοντι λεγομένῳ Καίσαρι, τὰ ἀναγκαῖα τῷ σώματι, ἔχοντα τὴν εἰκόνα τοῦ τῶν σωμάτων ἄρχοντος σωματικήν· ταῦτα δέ ἐστι τροφὴ καὶ σκέπη καὶ ἀναγκαία διανάπαυσις καὶ ὕπνοι. καὶ ἄλλα ὀφείλομεν, ἐπεὶ ἡ ψτχὴ φύσει κατ' εἰκόνα ἐστὶ θεοῦ, τῷ βασιλελῖ αὐτῆς θεῷ ἅπερ ἐστὶ συμφέροντα καὶ κατάλληλα τῇ τῆς φυχῆς φύσει καὶ οὐσίᾳ · ταῦτα δέ εἰσιν > αἱ ἐπ’ ἀρετὴν ἄγουσαι ὁδοὶ κοὶ αἱ κατ’ ἀρετὴν πράξεις. οἱ οὖν διδασκόμενοι τὸν νόμον τοῦ θεοῦ περὶ τῶν τοῦ σώματος πραγμάτων καὶ ὀφειλομένων αὐτῷ οὐ τὰ αὐτὰ δοξάζουσιν. οἱ μέν γὰρ τὸ ἀνάλογον ποιοῦσι τοῖς συμβουλεύουσι μὴ διδόναι κῆνσον Καίσαρι, ὅσηδύναμις δύναμις νηστείαις καὶ ἀγρυπνίαις κακοῦντες τὸ σῶμα καὶ ἀποχῇ πάση τῇ διὰ τὸ σῶμα κοὶ τὰς ἀναγκαίας αὐτοῦ πράξεις. [*](13 Vgl. Gen. 1, 27 — 22 Vgl. öm. 13, 14 ?) [*](6 l. mit lat. ὕπνοι (Koe) καὶ > ἀναγκαῖα δι’ ἀνάπαυσιν Kl, woran sich lat. 9 — 11 öße ? 16 <πᾶσαι> Kl Koe, vgl. lat. 20 + supra modum lat. vgl. S. 660, 14 f 21 θεοῦ + et lat. 25 1. etwa > τοῖς ? Diehl Kl Koe; doch hat gr. auch S. 660, 19ff die Herodianer nicht 26 Καίσαρι + id est lat.) [*](14 regis sui] lat. las τοῦ βασιλέως 16 vias B <et—virtutem> vgl. gr. 19 ea <B 24 tributum Caesari L 25 — 27 lat. las κακοῦν > τες Koe)
v.10.p.660
ἔτεροι δέ παρὰ τούτους εἰσίν, οἴ ἀτρανώτως μέν διαλαμβάνουσι περὶ τῶν κατὰ τὸν τόπον, φαντάζονται δέ ὅτι καὶ τῷ σώματι διδόναι τὰς ὀφειλάς. ἀλλ' ὁ σωτὴρ ἡμῶν ὁ λόγος τοῦ θεοῦ«, τρανῶς χωρίζων τὰς εὐλόγους τῷ σώματι ὀφειλὰς ἀπὸ τῶν <πνευματικῶν> ὀφειλῶν τῆς φησιν· ἀπόδοτε τὰ Καίσρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ· εἰκόνα γὰρ ἔχει Καίσαρος καὶ σωματικῶν πραγμάτων ὁ φόρος, [*](3 I. Tim. 4, – 3 – 24 Hebr. 4, 12 27 <πνευματικῶν> Diehl Kl vgl. lat. 31 πραγματικῶν H) [*](3 in <L 10 et iubentium <y 27 dixit G L 36 a <B B (G vacat))
v.10.p.661
ὅν μόνον καὶ οὐδὲν πλέον αὔτοῦ ὀφείλομεν τῷ σώματι.

Οἶδα δέ καὶ ἄλλην εἰς τὸν τόπον τοιαύτην φερομένην διήγησιν. ὁ μέν ἄρχων τοῦ αἰῶνος τούτου ἐν τροπολογίᾳ καλεῖται Καῖσαρ· ὁ δὲ <πάντων> τῶν αἰώνων ἐν οὐδενὶ συμβόλῳ τυγχάνων θεὸς πανταχοῦ ὀνομάζεται. ἐπεὶ τοίνυν ἔχομέν τινα τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου. τουτέστι τὰ κατὰ κακίαν, καὶ οὐ πρότερον δυνάμεθα ἀποδιδόναι τὰ τοῦθεοῦ τῷ θεῷ, ἐὰν μὴ ἀποδῶμεν, ἀποθέμενοι πάντα τὰ τῆς κακίας, τῷ Καίσαρι τὰ τοῦ Καίσαρος , διὰ τοῦτο ὁ σωτὴρ ἐπιδειχθέντος τοῦ νομίσματος καὶ τῆς ἐν αὐτῷ εἰκόνος φησίν· ἀπόδοτε τὰ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῶ θεῶ. κοὶ τοῦτο δέ κατὰ τὸν [*](15 ff Vgl. Harnack TU. 42, 4, 24 - 17 Vgl. Joh. 12, 31 22 <πάντων> Diehl Koe, vgl. 23 ἐν οὐδενὶ] lat. las οὐκ ἐν ἑνὶ Koe 25 τινα + in nobis lat.) [*](6 ad minorationem y* a domino rationem L ad rationem μ 7 sic X* ρ 16 <am exposit> ionem Diehl, vgl. gr. 18 Caesar x* μ)

v.10.p.662
τόπον σκοπήσωμεν ὅτι, ἐόν ποτε πειραζόμενοι ὑπὸ τῶν ζητούντων ἀφορμάς, προτεινόντων προβλήματά <τινα> οὐχ ἶνα μάθωσιν ἀλλ’ δύναμις ἡμῶν κατηγορήσωστιν, ἀκούωμεν λόγους πειραστικοὺς ἡμῶν, οὔτε πάντη σιωπᾶν ὀφείλομεν οὔτε ὡς ἔτυχεν ἀποκρίνασθαι, ἀλλὰ περιεσκεμμένως καὶ μετὰ περισκέψεως, εἰς τὸ (ὅση δύναμις) ἀφορμὰς »τῶν θελόντων« ἀφορμάς, καὶ διδάσκειν ἀνεπιλήπτως τὰ σῴζοντα τοὺς βουλομένους ἐν τῷ ἀκούειν σῴζεσθαι. δύνανται δέ οἱ μέν Φαρισαῖοι λαμβάνεσθαι εἰς τοὺς διδασκάλους τῶν διαφόρων Ἰουδαϊκῶν παραδόσεων, οἱ δὲ Ἡρωδιανοὶ εἰς τὸν νομιζόμενον παρὰ τοῖς πολλοῖς βασιλικὸν Ἰουδαίων τῶν οὕτως ἁπλούστερον λεγομένων λόγον. ἀφ’ ἑκατέρων οὖν πυνθάνονται τοῦ σωτῆρος τὰ περὶ τοῦ κήνσου. ὁ δὲ αὐτοῖς ἀποκρίνεται, ὡς ἀποδεδώκαμεν· πλὴν ἐπεὶ οὐ μαθεῖν βούλονται ἐκ τοῦ ἐρωτᾶν αὐτόν, ἀλλὰ παγιδεῦσαι ἐν λόγῳ καὶ πειράζειν αὐτόν, διὰ τοῦτο ἀκούσαντες τὰ δοκοῦντα αὐτῷ πρὸς τὸ πύσμα αὐτῶν καὶ θαυμάσαντες, [*](3. 12 ff Vgl. II. Kor. 11, 12 – 30ff Vgl. Hieron. in Matth. 179 C: qui credere debuerant ad tantam sarientiam, mirati sunt quod calliditas eorum insidiandi non invenisset locum, »et relicio eo «, infidelitatem cum miraculo reportantes) [*](4 <τινα> Diehl Koe, 13 θελόντων + in nobis lat. 24 λόγον Hu (besser: νόμον 1) λόγων MH) [*](17 <audientes> Diehl, vgl. gr.)
v.10.p.663
ὅτι μὴ ἔδωκεν αὐτοῖος ἀφορμὰς τοῦ αὐτῷ ἐπιβουλεύειν οὐκ ἔμειναν μέν παρ’ αὐτῷ, ὡς οἱ μαθηταί, οὐδέ ἁπλῶς ἀπῆλθον, ὡς περὶ ἄλλων γέγραπται, ἀφέντες δὲ αὐτὸν ἀπῆλθον. καὶ τοιοῦτοί γέ εἰσιν οἱ ἀφιέντες τὸν λόγον καὶ ἀπιστοῦντες αὐτῷ καὶ ἀπιόντες ἀπ’ αὐτοῦ μετὰ τὸ ἀκοῦσαι αὐτοῦ. καὶ οὐχ ἁμαρτήσει λέγων περὶ τῶν μετὰ τὸ ἀκοῦσαι ἀποστάντων καὶ τοῦ ἀκούειν, ὅτι οἱ τοιοῦτοι ἀφέντες τὸν Ἰησοῦν ἀπῆλθον· ἡμεῖς δὲ ἐροῦμεν τὸ τῆς νύμφης · »ἐκράτησαι αὐτόν, καὶ οὐκ ἀφῆκα αὐτόν«.

Ἐν ἐκείνη τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες μὴ εἶναι ἀνάστασιν καὶ τὰ ἑξῆς, ἕως τοῦ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. (Matth. 23 — 33). τὰ δὲ ἰσοδυναμοῦντα τούτοις ἢ τὰ αὐτὰ αὐτοῖς εἴρηται κοὶ παρὰ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ ἐν ἄλλαις κατ’ ὀλίγα λέξεσιν.

Ἐν ἐκείνη τῇ ἡμέρᾳ· ποίᾳ ἢ ὅτε πορευθέντες οἱ Φαρισαῖοι [*](3-15 Vgl. C l Nr. 244 Or. – 14 Cant. Cant. 3, 4 – 27 Vgl. Marc. 12, 18 ff; Luc. 20, 27 ff – 30 Matth. 22, 15 – 30 ff Anders Orig. hom. 39 in Luc. (IX, 226, 19ff)) [*](7 ἀφιέντες Η c ἀφέντες Μ) Η a 15 l. ἀφήσω ? Kl mit C l Nr. 244, doch ἀφῆκα Cant. Cant. 3, 4 B 16 vorher: Περὶ τῶν Σαλλουκαιων, οἵ ἐπηρώτησαν τὸν Ἰησοῦν περὶ τῆς γυναικὸς τῆς ἑπτὰ λαβούσης ἄνδρας H 29 <ἐν> ποίᾳ vgl. lat.) [*](16 in illa die] XXIII secundum mathm. In illo terapore L 17 eum] ihm G L 21 non habens filium <L 22 et cetera + Omelia Origenis de eadem lectione L 30 ineuntes B L)

v.10.p.664
συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ«, καὶ πυνθάνονται τὰ περὶ τοῦ κήνσου; εἰκὸς γὰρ ὅτι, ἀποκριναμένου τοῦ σωτῆρος ἡμῶν περὶ τοῦ κήνσου, καὶ εἰπόντος· »ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ«, καὶ θαυμασάντων > τὴν ἀπόκρισιν αὐτοῦ, ᾠήθησαν οἱ Σαδδο υκαῖοι, εἰδότες αὐτοῦ τὰς συνετὰς ἀποκρίσεις, ἤτοι αὐτοὶ διὰ τῆς ἐπαπορήσεως παραστήσειν ἑαυτοὺς κρείττονα λόγον ἔχοντας, μὴ εἶναι λέγοντας ἀνάστασιν τῶν ἐλπιζόντων αὐτήν, ἢ τάχα καὶ μαθήσεσθαι, πῶς δύναται εἶναι ἀνάστασις κατὰ τὴν Μωσέως γραφὴν καὶ ποῖος ὁ βίος ἔσται τῶν ἀναστησομένων. παρατήρει δὲ ὅτι σχεδὸν πᾶσα ἡ τοῦ καιροῦ τούτου τοῦ σωτῆρος ἡμῶν διδασκαλία πρὸς πεύσεις ἐγίνετο. κοὶ πρῶτόν γε ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες · ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην;« πρὸς οὕς ἀντερωτήσας τὰ περὶ Ἰωάννου ἐδοξεν εὐλόγως παρῃτῆσθαι τὴν πρὸς τὸ βούλημα αὐτῶν ἀπόκρισιν. εἶτα μετὰ τοῦτο λέγει παραβολὴν τὴν περὶ τῶν δύο τέκνων, τοῦ τε > ὑπο- [*](6 Matth. 22, 21 – 22 Matth. 21, 23 27 f Vgl. Matth. 21, 25 f — 32 ff Vgl. Matth, 21, 28 ff) [*](4 ἀποκρινωμένου H 8 <πάντων> Kl, vgl. lat. 10 εἰδότες] l. ἰδόντες mit lat. ? Kl Koe 32 f <μὴ> . . . μὴ] Kl nach der von Orig. selbst (oben) vorausgesetzten Textgestalt, vgl. S, 587, 1ff) [*](6 ergo R G < B L 7 sunt deiBL 9 10 Sadducaei Kl, vgl. gr. Pharisaei x φ ür τῆς ἐπαπορήσεως las lat. > τῆς ἐπερωτήσεως Diehl Koe, vgl. S. 665, 14 12 [voluerunt] Kl, vgl. gr.)
v.10.p.665
σχομένου ἐργάσασθαι ἐν »ἐν ἀμπελῶνι« καὶ [μὴ] ἐργασαμένου, κοὶ ἐπαγγειλαμένου μὲν μὴ ἐργασαμένου δέ. εἶτα μετὰ ταῦτα λέγει τὴν περὶ τοῦ ἀμπελῶνος παραβολὴν καὶ τῶν ἀποκτεινάντων γεωργῶν τοὺς δούλους καὶ τὸν υἱόν, καὶ τὰ ἑξῆς τούτων περὶ τῶν εἰς τοὺς γόμους κλητῶν ἄλλην παραβολήν. καὶ μετὰ τοῦτο δευτέραν πεῦσιν τὴν περὶ τοῦ κήνσου ἀνέγραψεν ὁ Ματθαῖος, καὶ τρίτην τὴν τῶν Σαδδουκαίων περὶ ἀναστάσεως ἐπαπόρησιν. ἀλλὰ καὶ τετάρτη μετὰ ταύτην ἐπερώτησις γεγένηται ἀπό τινος Φαρισαίου πειράζοντος ἀυτὸν περὶ τοῦ · ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ ;« τοσούτων δὲ ἐρωτήσεων προσαγομένων αὐτῷ καὶ αὐτὸς »συνηγμένων τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς« τὰ περὶ τοῦ Χριστοῦ«.

Οἱ Σαδδουκαῖοι μέντοι μέντοι λέγοντες μὴ εἶναι ἀνάστασιν, οὐ <μόνον> τὴν ἐν τῇ συνηθείᾳ τῶν ὀνομαζομένην ἀνάστασιν σαρκὸς ἠθέτουν, ἀλλὰ καὶ παντελῶς ἀνῄρουν τὴν τῆς τῆς οὐ μόνον ἀθανασίαν ἀλλὰ καὶ ἐπιδιαμονήν, οἰόμενοι μηδαμοῦ ἐν τοῖς Μωσέως γράμμασι σημαίνεσθαι τὴν τῆς ψυχῆς μετὰ ταῦτα ζωήν. τὸ δὲ αὐτὸ τοῖς Σαδδου- [*](4 ff Vgl. Matth. 21, 33 ff – 8 ff Vgl. Matth. 22, 1 ff ’ 9 f Vgl. Matth. 22, 15 ff — 11 f Vgl. Matth. 22, 23 ff – 15 Matth. 22, 36 — 19 Vgl. Matth. 41 f — 22 ff Vgl. Orig. hom. 39 in Luc. (IX, 226,5): est haeresis ludaeis, quae dicitur Saddiicaeorum: haec resurrectionem mortuorum negat et putat animam interire cum cofpore nec post mortem sensus ultra residere. Vgl. Π 253, 3 f) [*](15 τεινος H 24 > Kl Koe, vgl. lat.) [*](26/27 > Diehl Koe, vgl. gr.)

v.10.p.666
καίοις δόγμα περὶ τῆς τῶν ἀνθρώπων ψυχῆς φρονοῦσι μέχρι τοῦ δεῦρο Σαμαρεῖς καὶ οἱ δοκοῦντες ἐξ ἀυτῶν εἶναι νομομαθεῖς καὶ ἕως θανάτου ἀγωνιζόμενοι περὶ τοῦ Μωσέως νόμου καὶ τῆς περιτομῆς. τοῦτο δὲ τό περὶ ἀναστάσεως σημαινόμενον λέγω δέ τὸ παρὰ Σαδδουκαίοις καὶ Σαμαρεῦσιν, <τοῖς> ἀθετοῦσι τὴν τῆς ψυχῆς τοῦτο ζωήν) νοοῦντές τινες <καὶ> τῶν κατὰ τοῦ ἀποστόλου χρόνον Κορινθίων ἐδογμάτιζον μὴ εἶναι ἀνάστασιν, περὶ ὧν ταῦτα γράφει· »εἰ δὲ Χριστὸς κηρύσσεται ἐκ νεκρῶν ὅτι ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστατσις νεκρῶν οὐκ ἔστιν ;« ὅτι δὲ οἱ ἐν Κορίνθῳ λέγοντες μὴ εἶναι ἀνάστασιν νεκρῶν κατὰ τὸ Σαδδουκαίων σημαινόμενον ἠθέτουν τὴν ἀνάστασιν] τὴν ἐπιδιαμονὴν τῆς ψυχῆς, δῆλον ποιεῖ ἐκ τοῦ »εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν«. ὅπερ ἐπιμελῶς ἐξετάσας ὄψει ὅτι ὁ μέν ἀθετῶν τὴν ἐν τῇ ἐκκλησίᾳ [*](3 ff Vgl. Harnacks Bemerkung iiber die Samaritaner als »die eifrigsten « TU. 42, 4, 86; allerdings hatte H. den falschen Text Σαμαρεῖς καὶ οἰκοδομοῦντες ἐξ αὐτῶν εἶναι νομομαθεῖς κτλ. — 16 I. Kor. 15, 12 — 29 I. Kor. 15, 19) [*](11 <τοῖς> Diehl vgl. lat. 27 τὴν ἀνάστασιν] Κl, vgl. lat. 28 Ποιεῖ + apostolus lat.) [*](13 <καὶ> Koe, 13 apostolorum] lat. ἀποστόλων)
v.10.p.667
πεπιστευμένην ἀνάστασιν νεκρῶν, κἄν ψευδόμενος ἀθετῇ, οὐ πάντως ἐν »τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ« ἠλπικώς ἐστι »μόνον«. Christo «; ἵνα γὰρ καθ’ ὑπόθεσιν μὴ ᾖ ἀληθὴς ἡ πεπιστευμένη παρὰ τοῖς πολλοῖς ἀνάστασις, οὐκ »ἐν ταύτῃ τῇ ζωῇ« ἤλπικε »μόνον« »ἐν Χριστῷ« ὁ ἐκείνην ἀθετῶν ζώσης τῆς ψυχῆς, οὐκ ἐκεῖνο μὲν ἀπολαμβανούσης τὸ σῶμα ἐνδυομένης δὲ αἰθέριόν τι καὶ κρεῖττον. ἀλλ’ οὐδὲ »ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν«, εἰ τὴν μὲν ψυχὴν λέγοιμεν ζῆν καὶ ὑπάρχειν, τὸ δὲ σῶμα τοῦτο μὴ περιτιθεῖμεν αὐτῇ μηδὲ λέγοιμεν ἀπολαμβάωειν αὐτό. Ἔτι δὲ εἰς κατασκευὴν τοῦ πρὸς τὸ σημαινόμενον τοῦτο μάλιστα ἵστασθαι τὸν ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ συγχρησόμεθα καὶ τῷ εἰ ὅλως νεκροὶ οὐκ ἐγείροντια, τί καὶ βαπτίζονται ὑπέρ αὐτῶν ; τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν ;« καὶ τῷ »εἰ κατὰ ἀνθρωπον ἐθρηιομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν κοὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν«. ἔστω γὰρ τὸ νομισθὲν παρὰ τοῖς πολλοῖς ἀληθὲς εἶναι μὴ εἶναι ἀληθὲς τὸ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, πῶς τούτῳ ἀκολουθεῖ τὸ μάτην ἡμᾶς κινδυνεύειν [*](5. 10 Vgl. I. Kor. 15, 19 — 15 Ι. Κορ. 15, 19 — 20 ff Hier. in Matth. 181 hunc locum plenius in extrema parte primae epistulae ad Corinthios Paulus apostolus exsequitur — 24 I. Kor. 15, 29 f — 27 I. Kor. 15, 32) [*](18 περιτιθεῖμεν (od. περιτιθείημεν) Kl περιτεθείη μὲν MH ) [*](1 f — inmortalem] spricht κἂν— ἀθετῇ ? sonst ücke Kl Koe)
v.10.p.668
ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν ἀγωνιζομένους ; πῶς δὲ οὐδὲν ὄφελος τῷ διὰ Χριστὸν θηριομαχήσαντι *** οἰκονομουμένῃ κατ’ ἀξίαν, τό δὲ πρότερον σῶμα μὴ ἀπολαμβάνοι; πῶς δὲ ἀκολουθεῖ τῷ μὴ εἶναι σαρκὸς ἀνάστασιν τὸ »φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν«; οὐ ταῦτα δέ φαμεν ἀπιστοῦντες τῷ ἐν Ἡσαΐᾳ γεγραμμένῳ τοῦτον τὸν τρόΠον · »ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ« ἢ τῷ ὑπὸ τοῦ Ἰὼβ λεγομένῳ · »ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ τῆς γῆς, καὶ ἀναστῆσαι στῆσαι τὸ δέρμα μου τὸ ἀνατλοῦν ταῦτα«. οὐκ ἀπιστοῦμεν δὲ οὐδὲ τῇ ἀποστολικῇ φωνῇ λεγούσῃ · »ζῳοποιήσει τὰ θνητὰ ὑμῶν σώματα διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν«. ἀλλ' ὅση δύναμις καθαίρωμεν τὸ ἐν τῇ ἐκκειμένη λέξει τοῦ εὐαγγελίου σημαινόμενον ἀπὸ τῆς ἀνάστασις φωνῆς, διὸ παρεθέμετθα καὶ τὰ ἀπὸ τῆς προτέρας πρὸς Κορινθίους ῥητά.

Προσῆλθον οὖν τῷ Ἰησοῦ Σαδδουκαῖοι, οἵτινες ἔλεγον μὴ εἶναι ἀνάστασιν, ἀνάστασιν δέ τὴν (ὡς ἀποδεδώκαμεν) κατ’ κοὶ ἐπηρώτησαν ἡμῶν τὸν κύριον [*](7 I. Kor. 15, 32 — 11 Jes. 40, 5 — 13 Hiob 19, 25 f (var. lect. : ἀνατλοῦν) — 17 öm. 8, 11 — 20 f Vgl. Orig. tom. II, XXXII in Joh. (IV, 90, 7): τῇ τοῦ λόγου καθαίροντος πᾶσαν τὴν σημαίνουσαν φωνήν.) [*](3 *** Hu; Diehl Koe änzen > 5 μὴ <Μ a 18 ἡμῶν Μ 19 ἡμῖν Μ 20 καθαίρομεν H 22 ἀπὸ] ἐπὶ Koe 23 διὸ καὶ παρεθέμεθα τὰ H)

v.10.p.669
λέγοντες· Μωσῆς εἶπεν· ἐόν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 30. ἄξιον οὖν εἰς τοῦτό μοι δοκεῖ παραθέσθαι τὴν Μωσέως λέξιν, εἰς ἥν ἀνέφερον Σαδδουκαῖοι τὰ ἐν τῷ εὐαγγελίῳ γεγραμμένα ὑπ’ αὐτῶν εἰρῆσθαι. ἔχει οὖν οὕτως ἐν τῷ Δευτερονομίῳ τὸ ῥητόν · »ἐὰν δὲ κατοικήσωσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτό, καὶ ἀποθάνῃ εἶς ἐξ αὐτῶν« καὶ τὰ ἑξῆς [*](12 ff Deut. 25, — 10 — 28 v. 7 Schluß fehlt auch in Hss der LXX) [*](3 ἐπιγαμβρεύση H a 5 ἀναστή H 7 τὴν] ipsam lat. <αὐτὴν> τὴν Koe) [*](15 ei G c L < G a B 16 foris] fris L 19 et Koe, vgl. LXX ut habitet G L 30 si] B in ras. <G a ille G c. r. 31/32 accedens] et accedens B)
v.10.p.670
εως του »οἶκος τοῦ ὑπολυθέντος τὸ ὐπόδημα«. τούτου δὴ τοῦ ῥητοῦ οἱ Σαδδουκαῖοι, ὡς τὴν ἐλπίδα τῆς ἀναστάσεως μὴ ἔχοντες, φαύλως ἀκούσαντες κοὶ μηδέν θεοῦ ἄξιον ἐνθυμηθέντες εἰς τὸν ἐκκείμενον νόμον, ᾠήθησαν ἀκολουθεῖν τῷ εἶναι ἀνάστασιν τὸ καὶ τὸν ἄνδρα ἄνδρα πόλιν ἔσεσθαι ἀνατάντα ἄρρενα μόρια ἔχοντα, καὶ τὴν γυναῖκα γυναῖκα ἀναστήσεσθαι σῶμα γυναικεῖον περικειμένην. καὶ ταπεινῶς ὑπολαμβάνοντες λέγεσθαι τὰ περὶ ἀναστάσεως ἐκ τοῦ ταῦτα αὐτοῖς νομίζειν ἀκολουθεῖν, πλάσαντές τινα μῦθον τὸν περὶ ἑπτὰ ἀδελφῶν γαμησάντων μίαν γυναῖκα, ἐΠηπόρουν τίνος ἂν γένοιτο γυνὴ τοιαύτη ἀναστᾶσα, φθάσασα ἅπαξ ἑπτὰ χρηματίσαι ἀνσρῶν γυνή. ἐδύνοντο δὲ καὶ χωρὶς τοῦ τοιούτου πλάσματος ἐπαπορῆσαι ἐκ τῶν πολυγάμων γυναικῶν, τάχα δέ κοὶ πολυγάμων ἀνδρῶν. καὶ ὁ σωτὴρ ἡμῶν ἀποκρινόμενος αὐτοῖς τὸ μὲν βούλημα τοῦ κατὰ Μωσέα νόμου οὐ διηγήσατο, ὡς οὐκ ἀξίοις γνώσεως τηλικούτου μυστη- [*](22 ff Orig. hom. 39 in Luc. (IX, 226, 8 f) : composuerwit Jahidatn mulieris septem virorum. Vgl. Hieron. in Matth. 180 A: istiusmodi fingunt fabulam; Π 253, 4 ff.) [*](13 ff frei behandelt im lat.; Koe vermutet Lücke hinter ᾠήθησαν) [*](15 > Kl 16 et mulier < G in ras. 9 litt. 17 ut] et)
v.10.p.671
ῥίου· μόνον δὲ ἁπ<λῶς ἀπ> εφήνατο λέγων καὶ τὰς θείας γραφὰς ἀπαγγέλλειν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ὅτι ἐκεὶ μή εἰσι γόμοι, ἀλλὰ γίνονται οἱ ἐκ νεκρῶν ἀνιστάμενοι ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι, καὶ ὥσπερ οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι οὔτε γαμοῦσιν οὔτε γαμοῦνται, οὕτω (φησὶ) κοὶ οἱ ἀπὸ τῶν νεκρῶν. ἐγὼ δ’ οἶμοι διὰ τούτων δηλοῦσθαι ὅτι οὐ μόνον κατὰ τὸ μὴ γαμεῖν καὶ τὸ μὴ γαμεῖσθαι ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι γίνονται οἱ καταξιούμενοι τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἀλλὰ καὶ κατὰ τὸ μετασχηματιζόμενα αὐτῶν τὰ σώματα» τῆς ταπεινώσεως« γίνεσθαι τοιαῦτα, ὁποῖά ἐστι τὰ τῶν ἀγγέλων σώματα, αἰθέρια καὶ αὐγοειδὲς φῶς.

Ξενίζον δέ τι τοὺς πολλοὺς τῶν πιστευόντων δόγμα ζητήσαι τις ἄν, τάχα μὲν καὶ πολλαχόθεν σαφῶς δ’ ὅτι καὶ ἐντεῦθεν ἐπαπορῶν, εἰ ὥσπερ εἰσὶν οἱ ἀνιστάμενοι ἐκ νεκρῶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ καὶ τάγμα τι ἀγγέλων, μεταβάλλοντες ἐξ ἀνθρώπων, οὕτως καὶ ἄλλοι ἐν τῷ οὐρανῷ ἄγγελοι, ἄνθρωποί ποτε ὄντες καὶ καλῶς ἀγωνισάμενοι ἐν ἀνθρώπου σώματι, γεγόνασιν ἐν τῷ οὐρανῷ ἄγγελοι ὥς τινες ἕτεροι πρὸ αὐτῶν. ὁ δέ τὸ ξενίζον τοῦτο δόγμα ζητῶν ἐκ τῆς προκειμένης λέ- [*](17 f Vgl. Phil. 3, 21) [*](1 ἁπ<λῶς ἀπ> εφήνατο Kl, vgl. lat. 2/3 ἀπαγγέλλειν υ ἀπαγγέλειν M H 27 οἱ Η 28 τάγμα τι Diehl τάγματι Μ H 34 δὴ Η a) [*](5 resurrexerunt L 17 transformabuntur x* transformabunt ρ)

v.10.p.672
ξεως, τάχα δὲ καὶ ἀλλαχόθεν, ὁράτω περιαθρήσας ὅλην τήν τε γραφὴν καὶ τὴν ἀκολουθίαν τῶν πραγμάτων, κοὶ τί ἕπεται τῷ ταῦτα τιθέντι, <καὶ> σκοπείτω εἰ χρὴ παραδέξασθαι τοιοῦτον λόγον ᾦ ἕπεται τοιαῦτα ἅτινα δηλοῦται ἐκ τοῦ »ἀγγέλους κρινοῦμεν« καὶ τοῦ »εἰς ἅ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«. εἰ δέ καὶ τὴν Ἰούδα προσοῖτό τις ἐπιστολήν, ὁράτω τί ἕπεται τῷ λόγῳ διὰ τὸ »ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπότας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν«. ὁράτω δὲ ὁ τὰ τοιαῦτα τολμῶν ζητεῖν, πῶς αὐτῶν δεῖ ἀκούειν τῶν ἐν Γενέσει γεγραμμένων ὅτι »ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς εἰς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο«. σαφῶς δὲ τὰ κατὰ τὸν τόπον ἐπαπορῆσαι καὶ τὴν ἀκολουθίαν αὐτῶν ἐπισκοπῆσαι καὶ χάρτῃ πιστεῦδαι τὴν τῶν τηλικούτων σαφήνειαν, μήποτε οὐκ ἀσφαλὲς ᾖ· ἀρκεῖ γὰρ καὶ ἐπὶ τοῖς εἰρημένοις ἡμᾶς ἐπὶ τοσοῦτον παρακεκινδυνευκέναι.

Οὐκ ἄκαιρον δέ νομίζω ἅπαξ ἐκθεμένους τὴν λέξιν τοῦ νόμου ἀπὸ τοῦ Δευτερονομίου, ἰδεῖν [*](7 I. Kor. 6, 3 — 8 I. Petr. 1, 12 – 9 f Vgl. Harnack TU. 42, 4, 5 »der Judasbrief wird nur einmal « — 11 Jud. 6 — 19 Gen. 6, 2) [*](2 περιαθροίσας Μ 4 <καὶ> Κοe 19 οἱ Μ 32 τὴν] <αὐτὴν> τὴν Koe, vgl. lat.)

v.10.p.673
ὀποῖόν γέ ἐστιν αὐτοῦ τὸ βούλημα. ζητητέον οὖν ἐν αὐτῷ τίς ἡ μία γυνὴ καὶ τίνες οἱ δύο ἄνδρες οἱ ἀλλήλων ἀδελφοί, <ὧν> πρότερον γαμῶν ὁ ἕτερός <ἐστι> τὴν οὐ καρποφορῶν δέ ἐξ αὐτῆς, δεύτερον δέ γαμῶν ὁ τοῦ τεθνηκότος ἀδελφὸς καὶ γεννῶν παιδίον ἐξ ὀνόματος τοῦ τετελευτηκότος. καὶ μετὰ ταῦτα ζητήσεις τίς ἐστιν ὁ μὴ βουλόμενος »λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ« καὶ διὰ τοῦτο ἐναντίον τῆς γερουσίας« ὑπολυόμενος »τὸ ἔν ὑπόδημα« καὶ ἐμπτυόμενος εἰς τὸ πρόσωπον« ὑπὸ τῆς γυναικὸς καὶ ἀναβάσης »ἐπὶ τὴν πύλην« κοὶ λεγούσης · »οὐ θέλει ὁ ἀδελφὸς τοῦ ἀνδρός μου ἀνασῆςσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ«. ζητηθείη δ’ ἄν ἐν τῷ τόπῳ καἰ τίς ἡ γερουσία καὶ ἡ πύλη ἐφ’ ἥν ἀναβαίωει »ἡ γυνὴ« λέγουσα τὰ γεγραμμένα. ὅτι μὲν οὖν σεμνόν τι εἶναι καὶ αἰδοῦς ἄξιον χρὴ πεπεῖσθαι πάντα νόμον ἐπαγγελλόμενον εἶναι θεοῦ ἢ μὴ ὄντα σεμνὸν μὴ εἶναι νόμον θεοῦ, πᾶς ὁ μὴ πάντη ἀσύνετος ὁμολογήσαι ἄν · εἰ δὲ εὑρίσκομεν ἡμεῖς τὸ τοῦ νόμου τούτου σεμνὸν καὶ αἰδέσιμον ἢ μή, πρῶτον μὲν ὁ θεὸς ἄν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ, μετὰ δὲ ταῦτα καὶ ὁ κατὰ τὴν [*](10. 21 Vgl. Deut. 25, – 12 ff Vgl. Devit. 25,9 — 16 Deut. 25, 7 — 32 ff Zu dem Agraphon vgl. Harnack TU. 42, 4, 40) [*](1 ὁποῖόν γέ Koe, vgl. lat. ὡς οἷόν τε MH 4/5 <ὦν> . . . <ἐστι> Diehl Koe, vgl. lat. 6 δεύτερον Kl, vgl. S. 674, 18 δεύτερος Μ H 15 καὶ <H 20 καὶ 2 + quae lat. 25 ἐπαγγλόμενον Μ 30 ὁ <H) [*](3 <qui> Koe, vgl. pit] lat. las λαβὼν Diehl < GL)
v.10.p.674
γραφὴν ὀνομαζόμενος δόκιμος τραπεζίτης καὶ εἰδὸ)ς »πάντα« δοκιμάζειν τὸ μὲν »καλὸν« κατέχειν, ἀπέχεσθαι δὲ παντὸς εἴδους πονηροῦ«. φέρε οὖν τό προκείμενον πρόβλημα νομικὸν διηγήσασθαι θέλοντες, ἐπικαλσάμενοι τὸν εἰπόντα · »φυέγξομαι προβλήματα ἀπ’ ἀρχῆς«, εἴπωμεν »καλὸν« μέν εἰ <κατέχομεν> τὰ ὑπ’ αὐτοῦ διδόμενα, εἰ δέ μή γε τὰ ὑποπίπιοντα ἡμῖν εἰς τὸν τόπον · κρινεῖ δέ ὁ ἐντυγχάνων τοῖς λεχθησομένος.

Δοκεῖ δή μοι κατὰ μίαν διήγησιν γυνὴ εἶναι ἡ τοῦ ἀυθρώπου ψυχη, γαμουμενη προτερον μὲν τῳ τοῦ νόμου γράμματι καὶ μὴ τεκνοῦσα ἐξ αὐτοῦ, δεύτερον δὲ τῷ πνευματικῷ νόμῳ καὶ ἀπὸ τούτου καρποφορῦσα καὶ γεννῶνσα καὶ μὴ ἀφισταμένη ἐν τῷ γεγεννημένῳ τῆς Πρὸς τὸν ἀποθανόντα αὐτῇ νόμον γράμματος τιμῆς. καὶ τάχα ἑκάστη ἡ ἐσομένη μακαρία ψυχὴ καὶ τροπικῶς <λεγομένη> γυνὴ πάντως πρότερον κατὰ τὰς εἰσαγωγὰς τῷ τοῦ νόμου γράμματι, ὃς ἀποθνῄσκει προκοπτούσης τῆς γυναικὸς ψυχῆς, ἵν’ αὐτὴ τοῦ σεμνοτέρου καὶ τεκνοποιοῦ ἐπιτύχῃ γόμου, ὅτε »σωθήσεται διὰ τῆς τεκνογονίς«, ἐπὰν τὰ τέκνα μείνῃ ἐν πίστει καὶ ἀγάπῃ κοὶ ἁγιασμῷ μετὰ σωφροσύνης«, νης«, οὐ σωθησομένη πρὸ τῆς τεκνογονίας ἢ χωρὶς αὐτῆς. τέκνα [*](2 ff. 9 Vgl. I. Thess. 5, 21 f — 8 Ps. 77, 2 — 30 I. Thn. 2, 15) [*](3 μὲν] + πρόβλη 9 κατέ χομεν> Kl 25 <λεγομένη> Diehl Koe 28 προκοπτούσης + ad maiora lat. S. 676, 22 f) [*](ist zu gr. Ζ. 23 — 28 parallel lat. S. 676, 18 — 26?)

v.10.p.675
δὲ τῆς γυναικὸς ταύτης ψυχῆς ψυχῆς ἀπὸ τοῦ δευτέρου ἀνδρός, τοῦ πνεευματικοῦ νόμου, τὰ κατ’ αὐτόν ἐστιν ἔργα. ἀδελφοὶ δὴ <δύο> καὶ μιᾶς διανοίας γεννώμενοι οἱ νόμοι * * *, οἵτινες ἀεὶ κατοικοῦσιν »ἐπὶ τὸ αὐτό«· οὐ γὰρ κεχώρισται ὁ οἶκος αὐτῶν ἀπ’ ἀλλήλων, ἀλλ’ »ἀδελφοί« εἰσι κοὶ ἀμφότεραι αἱ ἐκδοχαὶ ὡς ἐν οἴκῳ ἑνὶ τῷ περιέχοντι αὐτοὺς γράμματι. [*](6 f. 26 Vgl. Deut. 25, 5) [*](4 δὴ <δύο> Kl Koe, vgl. lat. MH 5 *** Koe, vgl. lat, 6 ἀεὶ Kl, vgl. lat. Ζ. 11 καὶ Μ Η 9 ἀδελφοί Diehl ἀμφότεροι Μ H 10 ἐνὶ Koe, vgl. lat. τινὶ Μ H) [*](25 f non eff icitur f oris uxor alterius y* efficitur uxor fratris alterius non L 31 accipit B)
v.10.p.676
καὶ ὅρα εἰ μὴ τοῦτο δηλοῦσθαι δύναται ἐκ τοῦ »ἄν δέ κατοικῶσιν ἀδελφοὶ ἐπὶ τό αὐτό«. εἶτα ἑξῆς ἐστι · κοὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν, σπέρμα δὲ μὴ ᾖ αὐτῷ«, ἅ κατὰ δύναμιν διηγησάμην. ἴδωμεν δέ καὶ τὸ οὐκ ἔσται ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι«, καὶ τίς μὲν γυνὴ ψυχὴ παραβαίνει τοῦτον τὸν νόμον τίς δὲ τηρεῖ. ὡς ἐν τοιούτοις δὴ τόποις ὑπολαμβάνω μετὰ τὸν θάνατον τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς τοῦ νόμου καὶ τὴν ἀνατροπὴν αὐτῆς τὴν μέν τινα ψυχὴν ποιοῦσαν παρὰ τὴν θείαν ἐντολήν, γυναῖκα πρότερον γενομένην τοῦ τεθνηκότος καὶ ἐκείνῳ πιστεύσασαν, ἐΜ πάντη γίνεσθαι τοῦ νόμου »ἀνδρὶ μὴ ἐγγίζοντι«, ὅτε παραδέχεται λόγον αὐτὸν <μὴ> *** τῇ ἐκδοχῇ τοῦ γράμματος, [*](3 f Vgl. Gal. 2, 16; öm. 3, 20 – 9. 30 Deut. 25, 5) [*](9 ἄν] ἐὰν LXX 18 ὡς] ὢν vgl. etwa S. 500, 1 Elt 32 <μὴ> vgl. lat. 33 *** Kl Koe, vgl. lat.) [*](1 quia y* <L | priori R G c 19 accipit B 23 et <L 24 spiritaliori] spiritali G 25 qui] quod B 26 mysteria altiora L 30 foris y* <L)
v.10.p.677
ἀλλὰ πάντη ἀλλότριον (τοιαῦται δέ εἰσιν αἱ τῶν ἑτεροδόξων ψυχαί, αἷς καὶ ἡ ἐγδοχὴ τοῦ κατὰ τὸν νόμον γράμματος ἐτελεύτα, καὶ οὐκ ἐβουλήθησαν τῷ <ἀεὶ> »ἐπὶ τὸ αὐτὰ« ἐκείνῳ οἰκοῦντι γαμηθῆναι πνευματικῷ νόμῳ̣, ἀλλά τινι »ἔξω« ἀμφοτέρων τούτων λόγῳ καὶ μηδαμῶς»ἐγγίζοντι«κοινωνῆσαι). ἑτέραν δὲ ψυχὴν 〈γυναῖγα εἶναι τὴν〉 κατὰ θεὸν βιοῦσαν ἀποθανόντος καὶ ἀνατραπέντος τοῦ προτέρου ἀνδρός, οὐ βουλομένην »ἔξω« γενέσθαι καὶ »ἀνδρὶ μὴ ἐγγίζοντι«, ἀλλὰ γαμουμένην τῷ ἀδελφῷ τοῦ τετελευτηκότοσ καὶ »ἐπὶ τὸ αὐτὸ« αὐτῷ οἰκήσαντι, ὅτε »ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσερχεται πρὸς αὐτὴν« καὶ γίνεται ἔνδον τῆς ψυχῆς αὐτῆς καὶ λαμβάνει »αὐτὴν ἑαυτῷ εἰς γυναῖκα« καὶ συνοικεῖ αὐτῆ τῇ ψυχῇ ἐπὶ μακα- [*](5ff. 18ff. 28ff Vgl. Deut. 25, 5 — 6 Vgl. Kom. 7, 14) [*](2f so Μ H, soweit in Μ die letzten Zeilen auf fol. 106r noch zu lesen sind 2 αἱ] omnes lat. 5 <ἀεὶ> Koe, vgl. lat. u. S. 675, 6 1.5 〈γυναῖκα εἶναι τὴν〉 Diehl, vgl. S. 676, 28 17 ἀνδρός] lege lat. 22 τετελευτηκότος + legis lat. 23 Ὅτε] wie S. 676, 31 ὅτι Μ lat. las τότε 24 τοῦ + mortui lat. 29 ἐπὶ Τ omni lat.) [*](5 noluerunt x* voluerunt ρ | verbo] lat. las λόγῳ st. νόμῳ 13 veteri G c B)
v.10.p.678
ρισμῷ αὐτῆς, ἅτε κατὰ τὸ βούλημα τοῦ θεοῦ γαμουμένης τῷ δευτέρῳ καὶ πνευματικῷ νόμῳ. »τὸ δὲ παιδίον ὃ ἐὰν τέκῃ« καὶ γεννήσῃ ἡ συνοικήσασα τῷ δευτέρῳ καὶ πνευματικῷ ἀδελφῷ ψυχὴ γυνή. καθίσταται »ἐκ τοῦ ὀνόματος« τοῦ ἀδελφοῦ αὐτοῦ »τοῦ τετελευτηκότος«, τος«, καὶ γίνεται οὐκ ἐκ τοῦ προτέρου μὲν ὁμώνυμος δὲ τῷ προτέρῳ· ὄνομα γὰρ τῷ γεννήματι ἐκ τοῦ πνευματικοῦ νόμου ἐσιὶ τὸ ὄνομα τοῦ τετελευτηκότος, ἐπεὶ κἀκεῖνος ἐκαλεῖτο νόμος 〈νόμος〉 θεοῦ, καὶ οὐ χρή γε ἐξαλείφεσθαι ἀπὸ τοῦ διορατικοῦ καὶ ἀληθῶς Ἰσραὴλ »τὸ ὄνομα« τοῦ ἀποθανόντος ἀνδρός, κἂν αὐτὸς ἐξαλειφθῇ.

Ταῦτα μέν οὖν ἐκ μέρους εἰρήσθω περὶ τοῦ νόμου. θεοῦ δέ ἡμῖν πάλιν ἢ καὶ μᾶλλον χρεία, ἐν Χριστῷ φωτίζοντος τὸν νοῦν ἡμοῖν πρὸς θέαν τῶν ἑξῆς. »ἐὰν γὰρ »μὴ βούληται (φησὶν) ὁ ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀναβήσεται ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γερουσίαν καὶ ἐρεῖ« τὰ ἐπιφερόμενα. καὶ πρῶτόν γε πορατήρει ὅτι, ἐς [*](3 Vgl. Röm. 7, 14 — 3ff. 19 Vgl. Deut. 25, 6 — 18 Vgl. Register — 26 Deut. 25, 7) [*](4 γενήσῃ M a | ἡ Hu καὶ Μ H 16 〈νόμος〉 Koe, vgl. lat. 17 ἀπὸ] ὑπὸ H 26 γὰρ] autem lat.) [*](1 illi x* illius ρ 9/10 mortui fratris G 13 dei x* < μ 17 del<eri deb>etur Diehl, vgl. gr. 18 omnibus operibus y* omni opere L 30 dici G a B L de eo R G c)

v.10.p.679
ὅσον <μὲν> καὶ ἡ γυνὴ ἐποίει τὸ τοῦ νόμου προστεταγμένον, καὶ ὁ ἀνὴρ εἰσιὼν πρὸς αὐτὴν συνῴκει αὐτῇ καὶ ἐτέκνου ἐξ αὐτῆς, ἄνθραπος οὐκ εἴρητο ἀλλὰ »ἀδελφὸς« ἀνδρὸς τῆς γυναικός· ὅτε δέ οὐ βούλεται »λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ« καὶ »οὐ θέλει ἀναστῆσαι τοῦ ἀδελφοῦ αὐτοῦ τὸ ὄνομα ἐν Ἰσραήλ«, καὶ καλούμενος ὑπὸ τῆς γερουσίας »τῆς πόλεως« λέγει· »οὐ βούλομαι λαβεῖν αὐτὴν« καὶ ἀτιμοῦται ὑπολυόμενος »τὸ ὑπόδημα« καὶ ἐμπτύεται »εἰς τὸ πρόσωπον« ἀπὸ τῆς γυναικὸς καὶ μετονομάζεται, ἶνα »τὸ ὄνομα αὐτοῦ« ᾖ »[ὁ] οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα«, τότε <οὐκέτι ἀδελφὸς ἀλλ’> λέγεται · οἱονεὶ γὰρ διὰ μέν τῆς τηρήσεως τοῦ νόμου ἐλέγετο αὐτῷ τὸ »ἐγὼ εἶπα· θεοί ἐστε <καὶ υἱοὶ> ὑψίστου <πάντες>«· τοῦ τὰ ἐναντία τῷ νόμῳ ποιεῖν οἱονεὶ ἐλέγχεται ὑπὸ τοῦ λόγου φάσκοντος πρὸς αὐτόν· »ὑμεῖς δέ ὡς ἄνθρωποι ἀποθνῄσκετε«. καὶ Πρόσχες εἰ δύνασαι νοῆσαι [*](5 Vgl. Deut. 25, 5 — 7f Deut. 25, 7 — 11 ff Vgl. Deut. 25, 8 — 10 — 19 Vgl. Deut. 25, 7 — 22 Ps. 81, 6 — 26 Ps. 81, 7) [*](1 <μὲν> Koe, vgl. lat. 15 ὑπὸ 17 ὁ] Kl, vgl. LXX u. S. 683, 17 19 <οὐκέτι — ἀλλ’> Kl Koe, vgl. lat. 19 f λέγεται ἀνος H 22 f <καὶ υἱοὶ> ὑ. <πάντες> Koe, vgl. lat. 23 ἐστε Μ | ὑψίστου] < H 25 νόμου Μ) [*](21 quis y* < L 24 <legem> Diehl, vgl. gr. 30 heresiarcus S. 682, 12 BL)
v.10.p.680
μετὰ τὸν θάνατον τῆς ἐκδοχῆς τοῦ γράμματος εἶναι ἄλλην <τινὰ> τοῦ νόμου διημαρτημένην καὶ οὐ πνευματικὴν οὐδὲ ἀνεπίληπτον, πλὴν τὴν γένεσιν ἔχουσαν <ἐκ νόμου> ἡμαρτημένην μὲν ἀπὸ δὲ ἀφορμῆς τῶν ἐν τῷ νόμῳ γεγραμμένων ἀρχομένην, καὶ οὐ βουλομένην »ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ« καὶ τιμῆσαι τὸ ὄνομα τοῦ νόμου. οὐ βούλεται δὲ ἡ τοιαύτη ἐκδοχὴ παραλαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ φυχήν· οὐδέ γὰρ Βέλει καρποφορῆσαι ἐπὶ τῷ δοξάσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἀδελφοῦ. διὸ ἡ γυνὴ οὐ κάτω ἕστηκεν ἡ ἑτοίμη τιμῆσαι τὸν πρότερον ἄνδρα αὐτῆς, ἀλλὰ ἀναβαίνει »ἐπὶ τὴν πύλην« καὶ τὴν εἴσοδον τῆς πόλεως ἑαυτῆς ἔχουσαν καὶ »γερουσιαν«. καὶ νοείσθω ταῦτα γινόμενα κατὰ τὴν ἐκκλησίαν καὶ τὴν εἰς αὐτὴν εἰσαγωγὴν καὶ εἴσοδον.

Ἐλέγχει οὖν ἡ γυνὴ τὸν μὴ βουλόμενον ἄνδρα καρποφορῆσαι τὸν τοιόνδε λόγον ·Λαὶ λέγει· οὐ θέλει ὁ αδελφὸς τοῦ ἀνδρός μου ἀναστῆ- [*](10. 20ff Vgl. Deut. 25, 7 — 22 Ps. 117, 20 — 30 Deut. 25, 7) [*](2 <τινὰ> Diehl Kl Koe, vgl. 4 οὐ] οὐδὲ H 5 ἔχουσa Μ | <ἐκ νόμου〉 Kl Koe, vgl. lat. 8 ἀρχομένην ΚΙ, vgl. lat. ἐρχομένην Μ H 10 βουλόμενος Koe, vgl. lat. 15 φυχήν + rectam lat. 19 οὐτῆς < M 21 Koe ἐχούσης Μ H 29 —31 ἄνδρα — μου < H 29 <κατὰ> τὸν Koe, vgl. lat.) [*](3 et non] neque G 16 reparandum] l. honorandum ? Diehl, vgl. gr. 22/23 vgl. gr. S. 685, 17f 29—31 quod — dicet y* dicens L)

v.10.p.681
σαι τὸ ὄνομα τοῦ ἀδελφοῦ οὐτοῦ ἐν Ἰσραήλ«. εἶτα »ἡ γερουσία τῆς πόλεως« ἐκείνης ἐξετάζουσα τὸν τοιοῦτον ἄνδρα πυνθάνεται εἰ ἀληθῶς οὐ βούλεται. ἀποκριναμένου δέ ἐκείνου τὸ μὴ βούλεσθαι, προσέρχεται αὕτη πρὸς τὸν μὴ βουληθέντα ἐξαναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐπὶ τῆς γερουσίας ἐλέγχει αὐτὸν καὶ ἀτιμάζει ὑπολύουσα »τὸ ὑπόδημα αὐτοῦ τὸ ἕν«. καὶ σκόπει ἐν τούτοις διὰ τὸ »λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου« εἰρημένον πρὸς Μωσέα καὶ Ἰησοῦν καὶ τὸ »<οὗ> οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ«, γεγραμμενον εν τῳ κατὰ Λουκᾶν καὶ <ἐν τῷ> κατὰ Μᾶρκον καὶ ἐν τῷ κατὰ Ἰωάννην, μήποτε οὐ ταὐτόν ἐστι τό λῦσαι τὸ ὑπόδημα τῷ ὑπολῦσαι· οὐ γὰρ ὑπολύσασθαι κελεύεται Μωσῆς ἢ Ἰησοῦς, οὐδὲ Ἰωάννης περὶ τοῦ σωτῆρος ὠνόμασε τὸ ὑπο| <λῦσαι [*](5 Vgl. Deut. 25, — 22 Vgl. Deut 25, 9 — 24 Ex. 3, 5; Jos. 5, 15 — 26 Luc. 3, 16; Marc. 1, 7; Joh. 1, 27) [*](26 <οὗ> Kl, vgl. lat. 30 <ἐν τῷ> Koe 36 ὠνόμασαι Ηa | ὑπο<λῦσαι ἀλλὰ τὸ> ΚΙ vgl. lat. ) [*](6 si vere Ga B L se habereH abere Gc 16 fuit] sunt B 19/20 <convincit et> Diehl Koe, vgl. gr.)
v.10.p.682
ἀλλὰ τὸ> λῦσαι. οὗτος οὖν ὁ νομῶν οὔτε ἐξ ὅλων ὑπολέλυται οὔτε πάντη τῇ ὑποδέσει κεκόσμηται, ἀλλ᾿ ἐξ ἡμισείας ἑκάτερον ἔχει. διὸ ἐμπτύει »εἰς τὸ πρόσωπον αὐτοῦ« ἡ ἐπὶ τῆς γερουσίας ἐλέγξασα αὐτὸν γυνή · ἐμπτύει γὰρ πᾶσα ψυχὴ τῷ οὐ τεκνοποιοῦντι οὐδὲ καρποφοροῦντι λόγῳ, καὶ διὰ τῆς ἀνατροπῆς ὑπολύει αὐτὸν ἐν οἷς πταίει καὶ »ἀποκριθεῖσα« λέγει ὅτι »οὕτως ποιήσουσι τῷ ἀνθρώπῳ ὃς οὐκ οἰκοδομεῖ τὸν οἶκον τοῦ ἀδελφοῦ αυτου«. καὶ πρόσχες Πόλιν ἐνταῦθα ὅτι [*](26f Vgl. Jac. 1, 18? — 28 Deut. 25, 9 17 ἡ KI, vgl. lat. κα M H 19 ἐμπτύειν γὰρ <δοκεῖ> Koe, vgl. lat.) [*](9f arguitum y | convicium G 11 verisimili x* verisimiHs μ | quo fuerat calciatus x* quod fuerat calciatum μ 12 lieresiarcus B L 16 *** Kl, vgl. gr. | expuet G 18 eum] ipsum L 28 dicit R G dicet B L)
v.10.p.683
δεύτερον τὸ ἄνθρωπος ὠνόμασται ἐπὶ τοῦ ἁμαρτάνονιος, νῦν δ᾿ ἤδη καὶ μὴ οἰκοδομοῦντος »τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ«. πᾶς οὖν ὁ βλέπων τοῦτον τὸν ἄνθρωπον ὑπολυόμενον ἀπὸ γυναικὸς καὶ ἐμπτυόμενον καὶ ἀκούων αὐτῆς λεγούσης· »οὕτω ποιήσουσι τὸν εἶκον θρώπῳ, ὃς οὐκ οἰκοδομεῖ τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ«, »πάντα πρὸς οἰκοδομὴν« τοῦ ἀδελφοῦ ποιείτω· εἰ γὰρ μὴ οἰκοδομήσαι »τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ« 〈νόμου〉, ὑπολυθήσεται »τὸ ἓν ὑπόδημα« καὶ ἐμπτυσθήσεται καὶ »τὸ ὄνομα« παντὸς τοῦ τοιούτου »ἐν Ἰσραὴλ« παρὰ <πᾶσι> τοῖς ὁρῶσι »κληθήσεται οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημο«.

Ἰδωμεν δἐ καὶ δευτέραν εἰς τὸν ἐκκείμενον τόπον διήγησιν, καὶ ἔστωσαν δύο νόμοι ἀδελφοί, καθ᾿ οὓς ὁ μὲν τηρήσας τὸν πρότερον οὐκ ἦν »ἄνομος θεοῦ«, ὁ δὲ τὸν δεύτερον φυλάσσων ἐστὶν »ἔννομος Χριστοῦ«. καὶ νόει μοι κατὰ τὴν Χριστοῦ παρουσίαν τεθνηκένοι τὸν πρότερον νόμον, ἄνθρωπον τῆς τῶν ἀνθρώπων ψυχῆς, ἐπεὶ μὴ »δεδόξαστοι τὸ δεδοξασμένον ἐν τούτῳ τὸ μέρει« πρότερον »ἕνεκεν τῆς ὑπερβαλλούοης δόξης« τῆς κατὰ [*](1. 3. 8. 12 Deut. 25, 9 — 10 Vgl. I. Kor. 14, 26 — 15ff Deut. 25, 10 — 23 Vgl. I. Kor. 9, 21 — 28 II. Kor. 3, 10) [*](1 τὸ Kl ὁ ὡς Μ H 13 〈νόμου〉 Kl Koe, vgl. lat. 13/14 ὑπολυθήσεται + similiter lat. 17 <πᾶσι> Diehl, vgl.lat. | ὁρῶσι + eum la,t. 20 τόπον] νόμον H 27 ἄνθρωπον] 1. ἄνδρα ? Kl, vgl. Röm. 7, 2: κύριον ? Koe, vgl. Röm. 7, 1) [*](7 audixe G a B L audit sibi R G c 11 autem] enim Koe, vgl. gr. 15 eius] univis cuiusque Diehl, vgl. gr.)

v.10.p.684
τὸ δεύτερον· δεύτερον δὲ νόμον τοῦ Χριστοῦ, ἀδελφὸν ὄντα τοῦ προτέρου καὶ διὰ Μωσέως καὶ υἱὸν τοῦ αὐτοῦ λόγον, ὃς καὶ τὸν πρότερον ἐγέννησε. κατοικούντων οὖν τούτων τῶν δύο ἀδελφῶν ἐπὶ τὸ αὐτὸ« μάλιστα κατὰ τὴν παρουσίαν ἀπέθανεν ὁ εἷς ἐξ αὐτῶν καὶ οὐκ ἦν αὐτῷ σπέρμα. ἀλλὰ ἡ γυνὴ τοῦ τεθνηκότος μετὰ τὸν θάνατον τοῦ προτέρου ἀνδρός, ἡ ὑπὸ νόμον φυχή, οὐ γίνεται »ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι«· ἐγγίζει γὰρ ἀνήρ, ὁ τοῦ εὐαγγελίου νόμος, ὡς ἀδελφὸς τοῦ ἀνδρὸς τεθνηκότος τῷ προτέρῳ νόμῳ, καὶ εἰσέρχεται πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ. οἷον ὡς ἐπὶ παραδείγματος ἰδέ μοι τὴν Παύλου ψυχὴν »ὑπὸ νόμον«, εἶτα διὰ Χριστὸν ἐξαγοράσαντα αὐτὸν ἀπὸ τοῦ νόμου γενομένην ὑπὸ τὸ εὐαγγέλιον. καὶ ὅρα εἰ μὴ ἀπέθανεν ὁ ἀνὴρ τῆς Παύλου φυχῆς, καὶ οὐδὲν ἧττον ἀποθανόντος ἐκείνου ἡ γυνὴ τοῦ τεθνηκότος οὐ γέγονεν »ἔξω«, ὡς οἴονται οἱ ἀπὸ τῶν αἱρέσεων, οὐδέ »ἀνδρὶ μὴ ἐγγίζοντι«. ὁ γὰρ »ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς« εἰσῆλθε πρὸς αὐτὴν καὶ ἔλαβεν »αὐτὴν ἑαυτῷ εἰς γυναῖκα« καὶ συνῴκησεν αὐτῇ, καὶ γέγονεν ὁ καρπὸς καὶ τὸ γέννημα κοὶ τὸ παιδίον« καὶ τὸ τεχθέν ἐκ τοῦ ὀνόματος τοῦ τετε- [*](6ff. 16. 25ff Vgl. Deut. 25, 5 — 19 Vgl. I. Kor. 9, 20 — 20 Vgl. Gal. 3, 13 — 32 f Vgl. Deut. 25, 6) [*](1 τὸ] τὸν H 2/3 προτέρου <τοῦ θεοῦ> καὶ διὰ Μωσέως <νόμου> 7 <Χριστοῦ> παρουσίαν Koe 13 < Μ 21 γενομένην Kl γενόμενον Μ 33 τελευτηκότος Μa)
v.10.p.685
λευτηκότος«. κατὰ γὰρ τὸν πνευματικὸν νόμον τὸ εὐαγγέλιον ὀνομάζει πάντα, καὶ οὐκ ἐξήλειπται τὸ ὄνομα τοῦ τετελευτηκότος, ὅτε ἐλήλυθεν ὁ νόμος τοῦ εὐαγγελίου· παρὰ γὰρ τῷ ἀληθινῷ Ἰσραὴλ τηρεῖται καὶ τὸ ὄνομα τοῦ προτέρου. τίς δέ μετὰ ταῦτα ὁ μὴ βουλόμενος ἄνθρωπος »λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ« ἢ ὁ ἐν ταῖς αἱρέσεσι λόγος, μὴ βουλόμενος τὴν τιμήσασαν φυχὴν τὸν Πρότερον ἄνδρα καὶ τὴν μνήμην τοῦ προτέρου ἀνδρὸς παραδέξασθαι; καθ’ οὗ ἀναβαίνει ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ »ἐπὶ τὴν πύλην«, περὶ ἧς λέλεκται τὸ »αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῆ« καὶ ἀναβαίνει »ἐπὶ τὴν γερουσίαν« καὶ διαμαρτύρεται περὶ τοῦ μὴ βου- λομένου »ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ ἐν Ἰσραὴλ« μηδέ τιμῆσαι τὸν τοῦ θεοῦ διὰ Μωσέως νόμον. ἐπὰν οὖν »ἡ γερουσία« πύθηται τοῦ τοιούτου ἀνθρώπου εἰ ἀληθῆ περὶ αὐτοῦ λέγει ἡ γυνὴ καὶ οὐ βούλεται ἐξαναστήσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, τότε προσέρχεται »ἡ γυνὴ« τοῦ τεθνηκότος »ἐναντίον τῆς γερουσίας« κοὶ ὑπολύει τὸ ὑπόδημα τὸ ἔν ἀπὸ τοῦ ποδὸς αὐτοῦ«, ἵνα κἂν ᾖ ὑποδεδεμένος τὸ Χριστοῦ ὄνομα, ὑπολελυμένος τε ᾖ τὸ τοῦ θεοῦ ὄνομα καὶ διὰ τοῦτό γε οὐκ ἐνδόξως οὐδὲ ἀληθῶς τὸ Χριστοῦ φορῶν ὄνομα. ἐμπτύει δέ κοὶ »εἰς τὸ πρόσωπον« τοῦ τοιούτου [*](9f. 16. 19f Vgl. Deut. 25, 7 — 17 Ps. 117, 20 — 24 Vgl. Deut. 25, 8 — 29 ff Vgl. Deut. 25, 9)
v.10.p.686
ἡ γυνὴ καὶ ὀνειδίζει ὡς ἀνθρώπῶ αὐτῷ, καὶ οὐ βουληθέντι θεοποιηθῆναι ἐκ τοῦ καρποφορῆσαι· καί φησιν οὕτω παντὶ ἔσεσθαι τῷ μὴ οἰκοδομήσαντι »τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ«, τοῦ εὐαγγελικοῦ λόγου, ὃς νομικός ἐστι καὶ προφητικός. καὶ ἄΠο ὄνομα οὐχ ἕξει ὁ μὴ οἰκοδομῶν τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς Ἰσραηλίταις ἢ τοῦτο ὅτι »οἶκός« ἐστιν οὗτος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα«. πᾶς οὖν ὁ ἐν αἱρέσεσι, πάλιστα τοῖς διακοπτούσαις τὴν θεότητα καὶ τὸν νόμον ἀπὸ τοῦ εὐαγγελίου χωριζούσαις, καλινδούμενος »οἰκός« ἐστι »τοῦ ὑπολυθέντος ὑπόδημα«, ἐμπτυόμενος »εἰς πρόσωπον« κοὶ ὑπολυόμενος »τὸ ἔν ὑπόδημα«.

Καὶ τρίτην δέ τοιαύτην ὑπόνοιαν εἰς τὸν τόπον ἐξεδεξάμεθα, ἣν διὰ βραχέων ἐροῦμεν. γυνὴ μέν ἡ σοφία εἴρηται διὰ τὸ »ταύτην ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ«, <ἣν> καὶ ἐρᾶν δεῖ κατὰ τὸν εἰπόντα Σολομῶνα· »'εράσθητι αὐτῆς, καὶ τηρήσει σε«, ἀνὴρ δέ αὐτῆς ὁ σοφός. ἐὰν οὖν ὁ σοφὸς μὴ γεννήσας τινὰς ἐκ τῆς σοφίας ἀπαλλαγῇ τοῦ βίου, ὁ κατοικήσας μετ’ αὐτοῦ ἀδελφὸς καὶ ἐν τοῖς αὐτοῖς ἀναπαυσάμενος λόγοις πρεσβευέτω τῶν αὐτῶν, ἵνα γεννηθῇ ἐκ τῆς σοφίας ὁ κλέος περιποιήσων τῷ ἀπαλλαγέντι τῆς συμβιώσεως <τῷ> τὸν [*](5. 16 Vgl. Deut. 25, 9 — 8 Vgl. Deut. 25, 10 — 10 Deut. 25, 10 — 23 Sap. Sal. 8, 2 — 26 Prov. 4, 6) [*](7 ὃς Koe ὁ Μ H | προφητικός] πρὸ H 25 <ἣν> ΚΙ 35 <τῷ> Koe)

v.10.p.687
παραστῆσαι. εἰ δὲ μὴ βούλοιτο πρεσβεῦσαι ὁ καταλειπόμενος ἀδελφὸς τῶν λόγων, ἀτιμασθήσεται ὑπὸ τῆς σοφίας ἐξ ἡμισείας αὐτὸν ὑπολυούσης· οὔτε γὰρ οὐχ ὑπολυθήσεται ὁ τοιοῦτος οὔτε τελείως ὑπολυθήσεται. εἰς δὲ κατασκευὴν τοῦ τὸν νόμον ἄνδρα λέγεσθαι κατὰ τὴν γραφὴν γυναικὸς τῆς φυχῆς, παραθησόμεθα τὰ ἀπὸ τῆς πρὸς Ῥωμαίους οὕτως ἔχοντα· »ἢ ἀγνοεῖτε, αδελφοί, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ;« καὶ τὰ ἐξῆς γενομένην ἀνδρὶ ἑτέρῳ«. si fuerit cuni altero «. εἴρηται δὲ πλείονα ἡμῖν εἰς τὸν τόπον διηγουμένοις τὸ χωρίον του<τὶ> τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς ἐν τοῖς εἰς αὐτὴν ἐξηγητικοῖς.

ταῦτα μέν, εἰ καὶ μετὰ παρεκβάσεως λελέχθαι δοκεῖ, εἰρήσθω εἰς σαφήνειαν τοῦ παρὰ Μωσεῖ νόμου, οὗ μνησθέντες οἱ Σαδδουκαιοι ἐΠύθοντο τοῦ σωτῆρος λέγοντες τὸ Μωσῆς ειπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων τεκνα [*](12 öm. 7, 1 —3 — 25 ff Vgl. Comm. in ep. ad. Rom. VI, 7 (Lomm. 7, 27ff)) [*](1 μὴ < Μ 4/5 ἀπολυούσης Μa w. e. sch. 8 — 11 ückenhaft Kl Koe, vgl. lat. 26 του<τὶ> Diehl) [*](11 nubet G 18 vir <y 22 libera R liberata x 24 altero] alio B 29/30 manifestandam L)

v.10.p.688
καὶ τὰ ἑξῆς.

Φέρε δὲ μετὰ ταῦτα τὰ ἄλλα τοῦ εὐαγγελίου ἐξετάσωμεν τὰ ἀπὸ τοῦ ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησε καὶ τὰ ἑξῆς. ὁ μὲν Ἡσαΐας ἐν τῇ προφητείᾳ φησίν· »'επιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν«. οἱ δὲ προσελθόντες Σαδδουκαῖοι τῷ σωτῆρι τὸ ἀνάπαλιν τῇ προφητείᾳ φασὶ περὶ ἀνδρῶν ἑπτὰ γαμησάντων μίαν γυναῖκα. πλάσμα δὲ δοκεῖ μοι εἶναι τὸ πρόβλημα αὐτῶν, προθεμένων διὰ τοῦ πλάσματος τὸν περὶ ἀναστάσεως ἀθετῆσαι λόγον καὶ οἰηθέντων ἀκολουθεῖν τῇ ἀναστάσει τὸ ἕκασον τῶν ἀνισταμένων τὴν αὐτὴν ἔχειν σχέσιν πρὸς οὓς εἶχεν ἐν τῷ βίῳ τούτῳ, ἵν᾿ ὁ μὲν ἀνὴρ ἀπολάβῃ καὶ τὴν γυναῖκα μετὰ τὸ τυχεῖν ἀναστάσεως, ὁ δέ πατὴρ μείνῃ ἐν τῇ σχέσει τῇ πρὸς τὸν υἱὸν καὶ ὁ ἀδελφὸς πρὸς τὸν ἐδελφον. ἠγνόουν δέ ἄρα ὅτι ὁ δημιουργὸς πάντα ποιῶν πρὸς τὸ χρήσιμον, ὅπου μὲν γένεσίς ἐστι καὶ φθορά, [*](8 Jes. 4, 1 — 17ff Vgl. Hieron. in Matth. 180 B: turpitudinem fabulae opponunt, ut resurrectionis denegent veritatem; Π 253, 7) [*](10/11 φαγόμεθα . . . περιβαλούμεθα Kl, vgl. LXX φαγώμεθα . . . περιβαλόμεθα Μ H 26 τὸ ΚΙ τοῦ Μ H) [*](22 putantes x* putaverunt ρ)

v.10.p.689
πεποίηκεν ἀναγκαιως τας τοιαυτας σχέσεις, ἶν’ ὁ μέν τις ᾖ ἀνὴρ διὰ γυναικὸς διακονούμενος παίδων γενέσει, οἱ δὲ γεννώμενοι σχῶσί τι ἐκ τῆς διὰ τῶν αὐτῶν γενέσεως συγγενές, ὄντες ἀδελφοί· γενέσεως δέ ἔργον ἦν καὶ πατὴρ κοὶ υἱὸς καὶ μήτηρ καὶ θυγάτηρ. εἰ οὖν ἐν τῇ μακαριότητι οἱ γέρως ἀξιούμενοι διὰ τὸν ἐνεστηκότα αἰῶνα ἐν ᾧ καλῶς ἐβίωσαν ἐν ἐκείνῃ ἔσονται τῇ ζωῇ, καὶ οὐδεὶς τῶν μὴ ἀγωνισαμένων ἐνταῦθα καταξιοῦται τῆς ἐκ νεκρῶν ἀναστάσεως, δηλονότι ὧν ἐνταῦθα διὰ γένεσιν χρεία ἦν, ταῦτα οὐκ ἔσται ἐκεῖ. οὐδέν γὰρ παρέλκον ὁ θεὸς ποιεῖ οὐδὲ μάτην τι παρ’ αὐτῷ γίνεται. ἐχρῆν δὲ ὁρᾶν <τότε> τοὺς τὸ ἀκόλουθον αὐτῶν τῇ ὑπονοίᾳ περὶ τοῦ ἕκαστον ἀπολήψεσθαι τὴν ἑαυτοῦ γυναῖκα, ὅτι πόλιν ἐκεῖ τεκνογονίαι καὶ παίδων γενέσεις καὶ θάνατοι· εἰ δὲ ταῦτα καὶ νόσοι, εἰ δὲ γενέσεις καὶ νηπιότητες καὶ προβάσεις ἀπὸ νηπιότητος ἐπὶ τὸ συμπληροῦσθαι <τὴν> δφιάλεκτον καὶ ὕστερον τὸν καὶ ἐν τῇ συμπληρώσει τοῦ λόγου κακίαν, καὶ μόλις ποτὲ πόλιν ἀρετὴν ἐν ὀλίγοις τοῖς ζητοῦσιν αὐτὴν εὑρίσκεσθαι.

[*](30f Vgl. Matth. 7, 14)[*](5 γεννέσεως Ha γεννήσεως Hu 14 ὧν Hc (Ha?) ὧ Μ 19 <τότε> Kl Koe, vgl. lat. 23 ἐκεῖ + nuptiae lat. 28 <τὴν> Diehl)[*](19 Ι. debuerant ? Kl. vgl. gr. 21 ff lat. frei 22 ibi <B)
v.10.p.690

Τούτων δέ τί ἂν εἴη ματαιότερον; κοὶ βέλτιόν γέ ἐστι μὴ εἶναι ἀνάστασιν τοῦ τοιαύτην εἶναι ὁποίαν ὑπενόουν οἱ Σαδδουκαῖοι, ὑπολαμβάνοντες ἀκολουθεῖν τῇ ἐκ νεκρῶν ἀναστάσει τὸ ἀπολαμβάνειν ἕκαστον τὴν γυναῖκα · ᾧ ἀκόλουθον ἦν καὶ ἕκαστον τῶν εἰρημένων ἔσεσθαι. εἴπερ οὖν καινὸς αἰών ἐστιν ἐλπιζόμενος κοὶ ὡς ὠνόμασεν Ἡσαΐας) »οὐρανὸς καινὸς καὶ γῆ καινὴ« καὶ ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται »ποτήριον« κοινῆς διαθήκης, ἀπὸ ἀμπέλου οἶμαι καινῆς, ἑτεροῖα δεῖ εἶναι πάντα τὰ τῆς ἐκεῖσε ζωῆς καὶ ἀληθῶς μακάρια. ὥσπερ δέ, ὡς ὁ λόγος ἀπέδειξεν, ἠκολούθησε τῷ εἶναι γυναῖκα καὶ ἄνδρα τὸ ἔσεσθαι κοὶ τέκνα πατέρων καὶ ἀδελφοὺς ἀδελφῶν καὶ μητέρος τῶν γεννωμένων, οὕτω μήποτε ἀκολουθεῖ τῷ μὴ εἶναι γυναῖκα ἢ ἄνδρα τὸ μηκέτι ἔσεσθαι πατέρα καὶ μητέρα καὶ ἀλλήλων τινὰς ἀδελφούς, τάχα οὐ περὶ μελλόντων μόνον ἀλλὰ κοὶ τῶν παρεληλυθότων. ἐκεῖ γὰρ οὐκέτι τοῦ κατὰ σάρκα γένους ἔσται μνήμη παρὰ τοῖς εὐλόγως ἀκούουσι τοῦ »μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· ἰδοὺ ποιῶ καινὰ πάντα«. καὶ κατὰ τοῦτο ἐν τῷ μέλλοντι αἰῶνι οὐ χρηματίσει πατὴρ τοῦ Ἀβραὰμ ὁ Θάρρα οὐδὲ τοῦ Ἰσμαὴλ καὶ τῶν ἀπὸ Χεττού- [*](11 Vgl. Jes. 66, 22 — 13 Vgl. Luc. 22, 20; I. Kor. 11, 25 — 29 Jes. 43, 18f) [*](10 ἐλπιζόμενος + καὶ γῆ κοινὴ ρ 23 ἔσεσθαι <τέκνα καὶ> Diehl 34 τοῦ Kl τῶ MH 35 κοὶ] ἢ Koe) [*](1 et + in R G 2 est ut nec] ne B)

v.10.p.691
ρας ὁ Ἀβραάμ, τάχα δὲ οὐδέ τοῦ Ἰσαάκ· »τὰ γὰρ ἀρχαῖα παρῆλθε« καὶ τότε λεχθήσεται τὸ »ἰδοὺ γέγονε κοινὰ πάντα«. εἰ δέ ἐστιν ἄλλως τις παρὰ »τὸ κατὰ σάρκα« ἀδελφὸς καὶ ἑτέρως παρὰ τὰ ἐν γενέσει Πράγματα πατὴρ καὶ υἱός, οὐκέτι διὰ γυναικὸς οὐδέ δι᾿ ἀσχημόνων μερων του σωματος, ἀλλὰ ἀνάλογον τῷ καὶ τὸν σωτῆρα υἱὸν εἶναι τοῦ θεοῦ, ἐπιστήσει ὁ δυνάμενος τὰ τηλικαῦτα ὀρθῶς ζητεῖν χωρήσας »τὸ πάντα« ἐρευνῶν »πνεῦμα, καὶ τὰ βάθη τοῦ θεοῦ«.

Ἐγὼ δέ οὐ μόνον ἐπὶ τούτων τὸ ἑτεροῖον καὶ ὥσπερ ὁμώνυμον παραλαμβάνω, λέγω τὰ ἀδελφοῦ κοὶ πατρὸς καὶυἱοῦ, ἀλλὰ καὶ περὶ γυναικὸς καὶ ἀνδρός. ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν ἀληθὲς καὶ τὸ οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾿ εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, ἀληθὲς δὲ καὶ τὸ ὡς ἐν παραβολῇ εἰρημένον περὶ ἑτεροίου παρὰ τοὺς ἐπὶ γῆς γάμους ἐν τῷ »ὡμοιώθη ἡ βασιλεία οὐρανῶν ἀνθρώπῶ βασιλεῖ, ὅστις ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ« καὶ τὰ ἑξῆς [*](2f II. Kor. 5, 17 — 5f Vgl. öm. 9 5 — 16 I. Kor. 2, 10 — 31 Matth. 22, 2) [*](5 ἐστιν + ibi lat. | ἄλλος ρ 16 τὸ] τὰ Μ 21 υἱοῦ + secundum inpassibilem spiritum lat. 23 ἀνδρὸς + in spiritus unitate lat. 31/32 τῶν οὐρανῶν] τοῦ θεοῦ Μ) [*](5 est ibi aut B L aestimabitur R G 7 est] esse R G 19 <fratres et> Diehl, vgl. gr. 23 spiritus unitate B L spiritu unitatis R Gc spiritum unitates Ga)

v.10.p.692
καὶ ἐν τῷ »τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν« καὶ τὰ ἑξῆς. οὐκοῦν ὁ υἱὸς τοῦ βασιλέως ἐν τῇ ἀναστάσει τῶν νεκρῶν γαμεῖ γάμον παρὰ πάντα γόμον, ὃν ὀφθαλμὸς εἶδε καὶ οὖς ἤκουσε »καὶ ἐπὶ καρδίαν ἀνθρώπου« ἀνέβη· καὶ ἔσται ὁ σεμνὸς καὶ θεῖος ἐκεῖνος καὶ πνευματικὸς γάμος ἐν ἀρρήτοις ῥήμασιν, ἃ μὴ ἔξεστιν ἀνθρώπῳ λαλεῖν. ζητήσει δέ τις εἰ ἀνάλογον τῷ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν τοῦ νυμφίου γάμῳ εἰσὶ καὶ ἄλλοι γάμοι ἢ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν μόνος ὁ νυμφίος, καταργήσας πάντα γόμον, γαμεῖ γόμον, οὐχ ὅπου »ἔσονται οἱ δύο εἰς σάρκα μίαν«, ἀλλ᾿ ὅπου κυριώτερόν ἐστιν εἰπεῖν ὅτι ἐν πνεῦμά εἰσιν ὁ νυμφίος καὶ ἡ νύμφη. ἀλλ᾿ ὅρα μήποτε ὀλίσθῃς ἀκούων τοιούτων λόγων πρὸς τό τὴν περὶ τῶν αἰώνων μυθοποιίαν, ἀρρένων καὶ θηλειῶν, παραδέξασθαι κατὰ τοὺς ἀναπλάσαντας τὰς συζυγίας αὐτῶν οὐδαμῶς <οὔσας οὐδ’> ὑπὸ τῶν ἱερῶν γραμμάτων δηλουμένας.